οὕτω κεραννύντος ἡδέα καὶ λυπηρά. (ῃ. 477-81) Οὐτάσας γάρ τινα Πρόμαχον Βοιώτιον, ὃς τὸν νεκρὸν ὕφελκε ποδοῖϊν, ἤγουν λάθρᾳ ὑπέσυρε, φησὶν «Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι, οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς ἡμῖν», ἤγουν οὐ δὴ μόνοι πονήσομεν ἡμεῖς, «ἀλλά ποθ' ὧδε», ἤγουν ἀλλά που οὕτω, «κατακτανέεσθε καὶ ὔμμες». (ῃ. 482-4) Καὶ ἐπάγων τὸ δριμύτερόν φησι «φράζεσθε ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος εἴη». (ῃ. 484 ς.) Καὶ ἐπιφέρει ὡς γνωμικὸν «τῷ», ἤγουν διό, «καί τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροις Ἄρεος ἀλκτῆρα γενέσθαι», ὃ δὴ παραπεποίηται ἀπὸ τοῦ «ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός». (ῃ. 479) Ἰόμωροι δέ, ἤτοι τοξόται, βαρβαρικῶς ὀνειδίζονται οἱ Ἀχαιοὶ τῷ Ἀκάμαντι, ὡς εἴπερ οὐκ ἦσαν τοιοῦτοι καὶ παρὰ Τρωσίν. Εἰσὶ δὲ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἰόμωροι οἱ μόρον ἐμποιοῦντες ἐν ἰοῖς, ἐκτάσει τοῦ ˉο εἰς ˉω, ἢ περὶ ἰοὺς μεμορημένοι καὶ κακοπαθῶς ἔχοντες, ἢ ὀξεῖς ἰοὺς κεκτημένοι-μόρον γάρ, φασί, παρὰ Κυπρίοις τὸ ὀξύ-, ἢ πλεονασμῷ τοῦ ˉμˉυ, ἵνα εἶεν ἰόωροι οἱ τῶν ἰῶν ὤραν, ἤτοι φροντίδα, ἔχοντες. Ἀπειλάων δὲ καὶ νῦν ἀκόρητοι οὐ μόνον οἱ ἀλαζόνες ἐν τῷ ἀπειλεῖσθαι δεινά, ἀλλὰ καί οἱ καυχηταί. (ῃ. 482) Τὸ δὲ «εὕδει» ἁπλῶς μὲν ῥηθέν, δηλοῦν δὲ θάνατον, ἔχει τι δριμύτητος καὶ αὐτό, ἔτι δὲ καὶ ἀστειότητος μετὰ καὶ βαρύτητος, ὥσπερ καὶ τὸ «δεδμημένος ἔγχει», ὡς εἴπερ ἔφη «δεδμημένος ὕπνῳ», ὅθεν καὶ δμήτειρα πάντων ἐρρέθη ἡ νύξ. (ῃ. 484) Ἄτιτος δὲ ἢ ἀνεκδίκητος ἢ μᾶλλον ἡ ἀναπόδοτος, ὡς ἐκ μεταφορᾶς τῶν ἐν πόλεσιν ἢ κώμαις ἀποτινόντων ποινὴν ὑπέρ τινος πεφονευμένου. (ῃ. 485) Ἄρεος δὲ ἀλκτὴρ ὁ τοῦ φόνου ἐκδικητής, ὁ καὶ ἀμύντωρ πρὸ ὀλίγων ῥηθείς. Τὸ δὲ «Ἄρεος» εἰ μὲν διὰ τοῦ ˉω μεγάλου γράφεται-ἔστι γὰρ καὶ Ἄρευς εὐθεῖα, 3.682 ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη-, ἀπαθῶς οὕτως ἔχει τὸ μέτρον, εἰ δὲ ὡς ἀπὸ τοῦ Ἄρης Ἄρεος, ἐκτείνεται ἡ λήγουσα κατὰ τροπὴν κοινῆς συλλαβῆς διὰ τὴν καταπεραίωσιν καὶ τὸ ἐφεξῆς κατάρχον φωνῆεν. καὶ οὕτω μὲν καὶ ὁ Ἀκάμας. (ῃ. 489-92) Ἦν δέ τις ἐν Τρωσὶν Ἰλιονεύς, «υἱὸς Φόρβαντος, πολυμήλου», ὅ ἐστιν ἐκ μέρους τῶν μήλων, πολυθρέμμονος, «ὅν ῥα μάλιστα», φησίν, «Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὤπασεν», ὑφ' ᾧ μήτηρ μόνον τέκεν Ἰλιονῆα. (ῃ. 493-504) Τοῦτον τότε Πηνέλεος «ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα, ἐκ δ' ὦσε γλήνην, δόρυ δ' ὀφθαλμοῖο διαπρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ' ἕζετο», καθὰ καί τις ἄλλος ἑτέρωθι, «χεῖρε πετάσας ἄμφω. Πηνέλεος δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξε δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη. ἔτι δ' ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ ὃ δὲ φῆ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι, Τρῶες», ἤγουν εἴπατε, ὅ ἐστι θελήσατε εἰπεῖν, «ἀγαυοῦ Ἰλιονῆος πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν. οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ ἀνδρὶ φίλῳ ἐλθόντι», τουτέστιν ἐπανελθόντι ἐκ Τροίας, «γανύσσεται», ὅ ἐστι χαρείη, ὡς ἀπὸ τοῦ γανύω, ἐξ οὗ καὶ τὸ γανύσκω παράγεται, οὐ μὴν ἐκ τοῦ γάνυμι, αὐτοῦ γὰρ οὐκ ἔστι μέλλων. καὶ ταῦτα μὲν ὁ Πηνέλεος. (ῃ. 506 ς.) «Τοὺς δ' ἄρα πάντας», ἤγουν τοὺς Τρῶας, «ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅποι φύγῃ αἰπὺν ὄλεθρον», ὃ δὴ τροπὴν φράζει στρατοῦ. Καὶ ὅρα ὡς οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργου βαρύτητι καταπαίζει τῶν Τρώων ὁ Πηνέλεος, καὶ ὅτι Αἴας μὲν ἄχος ἔσχε πρὸ ὀλίγου ἐπὶ Προθοήνορι πεσόντι αὐτοῦ ἔγγιστα, καὶ διὰ τοῦτο ἐλεῶν ἐβοήθησε, Πηνέλεος δέ, εἰ καὶ ὁ ποιητὴς τὸ φανερὸν οὐκ ἐξεῖπεν, ὡς ὁμοεθνεῖ τῷ Προμάχῳ βοηθεῖ. ὁ μὲν γὰρ Βοιώτιος, Πηνέλεος δὲ Βοιωτῶν ἦν ἡγεμών. Σημείωσαι δὲ καὶ ὅτι προθέμενος ὁ ποιητὴς ἐνταῦθα σαρκασμοῖς μεστῶσαι τὴν ποίησιν, ἵνα ἐξ ἀκράτου γλυκύτητος τῆς κατὰ ∆ία καὶ Ἥραν εἰς ἐμβριθεῖς ἀστεϊσμοὺς καταπαύσῃ τὸν λόγον, τέσσαρσι τοιαύταις ἐννοίαις καταπυκνώσας τὴν ἱστορίαν παύει τοῦ λοιποῦ τὴν τοιαύτην ἰδέαν καὶ τοῦ λοιποῦ ἀναστήσας τὸν ∆ία τοῦ ὕπνου ἀγριαίνει τὸ τῆς γραφῆς ἱλαρὸν καὶ τὰ αὐτῷ δοκοῦντα ποιεῖ. Σημείωσαι δὲ ὅτι τῶν ῥηθεισῶν εἰρωνειῶν ἀστεία μὲν ἡ τοῦ 3.683