1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

205

ἔτυχε; Καὶ αὖθις ἐπιφέρει· οὐ διὰ δειλίαν καὶ φιλοζωίαν ἐν τῷ καιρῷ τῆς διώ ξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος; ἀξιούμενος γὰρ καὶ παρακα λούμενος ὑπὸ τῶν διακόνων ἐξελθεῖν τοῦ οἰκίσκου, ἐν ᾧ καθεῖρξεν ἑαυτόν, καὶ βοηθῆσαι τοῖς ἀδελφοῖς ὅσα θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ κινδυ νεύουσιν ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχῆσαι καὶ παρακαλοῦσι τοῖς διακόνοις, ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ ἀπαλλάττεσθαι. μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής. 456 Εἶτ' ἐπιφέρει μετ' ὀλίγον· καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν ἐκ κλησίαν τοῦ θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χά ριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαϊκῶν πολλῶν, ἐπεὶ μὴ ἐξὸν ἦν τὸν ἐπὶ κλίνῃ διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτὸν τοῦτον μόνον χειρο τονῆσαι. Τούτοις προστίθησιν ὁ Κορνήλιος τὸ ἀτοπώτατον τῆς Ναυάτου ἀνευ λαβείας φάσκων· ποιήσας γὰρ τὰς προσφορὰς καὶ διανέμων ἑκάστῳ τὸ μέρος καὶ ἐπιδιδοὺς τούτῳ ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς χερσὶ τὰς τοῦ λαβόντος καὶ μὴ ἀφεὶς ἕως ἂν ὀμνύοντες εἴπωσι ταῦτα (τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις)· ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μηδέποτέ με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον. καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον ἑαυτῷ κατ αράσαιτο. καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν, «οὐκ έτι ἐπανήξω πρὸς Κορνήλιον» λέγει. Φαβίῳ μὲν γὰρ Ἀντιοχείας ἐπισκόπῳ χωλαίνοντι περὶ Ναυάτου Κορνήλιος τὰ προτεταγμένα, καὶ ὅπως αὐτὸν οἱ πολλοὶ καταλιμπάνοντες τῇ ἐκκλησίᾳ προσέτρεχον, ἔγραφεν ἀναγκαίως, ἐν οἷς καὶ τὰ περὶ Μωυσέως τοῦ μακαρίου μάρτυρος, ὅπως αὐτὸν ἀκοι νώνητον ἐποίησε τὸν Ναυᾶτον πρὸ τοῦ μαρτυρίου, καταγνοὺς αὐτοῦ τῆς θρασύτητος, ἅμα τοῖς συναποσχισταῖς αὐτοῦ πέντε πρεσβυτέροις, προσ θείς, ἐν τῷ τέλει τῆς ἐπιστολῆς τῶν συνελθόντων ἐν Ῥώμῃ ἐπισκόπων κατ' αὐτοῦ τὸν κατάλογον πεποίηται κατ' ὄνομα καὶ παροικίαν, τῶν τε μὴ συνελθόντων διά τινας ἀναγκαίας περιστάσεις, εὐδοκησάντων δὲ γράμ μασιν οἰκείοις τῇ θείᾳ κατ' αὐτοῦ κρίσει. ἀκόλουθα δὲ τούτοις καὶ ∆ιο νύσιος ὁ μέγας Ἀλεξανδρείας τούτῳ ταὐτῷ Φαβίῳ περὶ μετανοίας ἐπιστέλ λων, μνήμης ὁμοῦ καὶ θαύματος ἄξιόν τι προστίθησι, μετὰ τὴν τῶν ἔναγ χος ἐπ' Ἀλεξανδρείας μαρτυρησάντων καὶ τὴν λοιπὴν ἱστορίαν αὐτῷ διεξιών. 457 Ἐκ τῆς ∆ιονυσίου πρὸς Φάβιον ἐπιστολῆς κατὰ Ναυάτου Ἓν δέ σοι τοῦτο παράδειγμα παρ' ἡμῖν συμβεβηκὸς ἐκθήσομαι· Σαρα πίων τις ἦν παρ' ἡμῖν πιστὸς γέρων, ἄμεμπτος μὲν τὸν πολὺν διαβιώσας χρόνον, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο καὶ οὐδεὶς προσ εῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. ἐν νόσῳ δὲ γενόμενος τριῶν ἑξῆς ἡμερῶν ἄφωνος καὶ ἀναίσθητος διετέλεσε. βραχὺ δὲ ἀνασφήλας τῇ τετάρτῃ προσ εκαλέσατο τὸν θυγατριδοῦν καὶ «μέχρι τίνος, φησίν, ὦ τέκνον, μὲ κατέχετε; δέομαι σπεύσατε καί με θᾶττον ἀπολύσατε, τῶν πρεσβυτέρων μοί τινα κάλεσον.» καὶ ταῦτα εἰπὼν πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρε σβύτερον· νὺξ δὲ ἦν κἀκεῖνος ἠσθένει. ἀφικνεῖσθαι μὲν οὖν οὐκ ἠδυνήθη, ἐντολῆς δὲ ὑπ' ἐμοῦ δεδομένης τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ καὶ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν' εὐέλπιδες ἀπαλλάττωνται, βραχὺ τῆς εὐχαριστίας ἔδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων, ἐγγύς τε γενομένῳ τῷ παιδὶ πρὶν τοῦ εἰσελθεῖν ἀνενέγκας πά λιν ὁ Σαραπίων «ἧκες, ἔφη, τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθέν, καὶ ἀπαλλάττομαι.» ἀπέ βρεξεν ὁ παῖς καὶ ἅμα ἐνέχεε τῷ στόματι, καὶ μικρὸν ἐκεῖνος καταβροχθί σας εὐθέως