205
περιγίνοιτο. κεφάλαιον δὲ τῶν λόγων τῶν ἐμῶν, ὡς ἔστιν οὐδὲν τὸ πεῖσον, ὥσπερ καὶ πρότερον, ἔχεσθαι τῶν πραγμάτων τῆς ἀρχῆς. ὡς ἂν δὲ καὶ ἔργοις ὃ λέγω κατάδηλον ποιήσω, τῆς συνήθους καθέδρας ἐξαναστὰς, ἐφ' ἑτέραν καθεδοῦμαι, ἵν' εἰδείη τε βασιλίς τε καὶ ὑμεῖς, ὡς οὐδὲν ἤδη τὸ κωλύον, ἕτερόν τινα, ὃν ἂν βούλησθε αὐτοὶ, τοῖς πράγμασιν ἐφιστᾷν.» οὕτως εἰπὼν, ἐφ' ἕτερον μετέβη τόπον, ὥσπερ ἔργῳ παραχωρῶν ἑτέρῳ τῆς ἀρχῆς. ὁ πατριάρχης δὲ τοιαῦτα ὁρῶν τε καὶ ἀκούων, «σκληρός ἐστιν ὁ λό 2.31 γος» εἶπε «καὶ μάλιστα δυνάμενος τῆς ψυχῆς τῆς βασιλίδος καθικέσθαι.» ὁ δ' «ἀληθῆ λέγεις» ἔφη «καὶ ἔδει γε μηδὲν τοιοῦτον μήτε εἰρῆσθαι, μήτε εἶναι. νυνὶ δὲ εἰς τοσοῦτον ἀνάγκης συνηλάθην, ὥστε καίτοι τῶν ἄλλων μάλιστα ἁπάντων, ὅσα εἰς παραμυθίαν καὶ τῶν πολλῶν ἄνεσιν ἀνιαρῶν, ὅσα βασιλίδι ἐκ τῆς βασιλέως προσεγένετο τελευτῆς, λέγεσθαι βουλόμενος ἐπ' αὐτῆς, ἐναντιώτατα πράττειν ἐμαυτῷ δυοῖν ἕνεκα. ἢ γὰρ ἀπρακτεῖν παντελῶς ἀνάγκη, ἢ φαύλως καὶ οὐχ ᾗ προσῆκεν, ἄρχειν. εἴτε τοίνυν πράττοντος μηδὲν, καὶ ἡ βασιλὶς ἐφησυχάζοι, ὡς χθὲς καὶ πρώην τὴν ἀρχὴν οἰομένη διοικεῖσθαι παρ' ἐμοῦ, ἀνάγκη πάντα ἀπολέσθαι· εἴτε καὶ φαύλως καὶ μὴ κατὰ τὸ δέον ἄρχοντος, τὸν αὐτὸν τρόπον πάλιν φθείρεσθαι συμβαίνει, καὶ προσέτι γε αὐτὸν οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ ἐμαυτῷ τῆς μοχθηρίας ὀφείλειν δίκας· ὥστ' ἀμφοτέρωθεν λυσιτελὲς, γνώριμα ταῦτα γίνεσθαι τῇ βασιλίδι, κἂν εἰ μέλλοι ταραχὴν καὶ λύπην προξενεῖν. βέλτιον γὰρ περὶ τῶν γινομένων ὡς ἔχουσι μαθοῦσαν, ἅμα σοί τε καὶ τοῖς ἄλλοις τὰ δέοντα βουλεύσασθαι περὶ τῆς ἀρχῆς, ἢ ἀγνοήσασαν, ὀλίγῳ ὕστερον μὴ τούτων μόνον, ἀλλὰ καὶ τῆς συμβησομένης βλάβης ἕνεκα ἀγανακτεῖν. δʹ. Ὁ μὲν οὖν πατριάρχης πάντα ἀπήγγελλε τῇ βασιλίδι. ἡ δ' ἅπερ οὔτ' ἄν ποτε αὐτὴ διενοήθη, μήθ' ἑτέρου λέγοντος ἐπείθετο ἀκούσασα, πρῶτα μὲν ὑπὸ τῆς λύπης οὐδὲ 2.32 ἀντιφθέγγεσθαι ἠδύνατο. ἔπειτα ἐφ' ἱκανὸν πολλὰ δάκρυα σιγῇ τῶν ὀφθαλμῶν καταγαγοῦσα, «ῥᾷον ἂν» εἶπεν «ἀνέπεισέ τις ὄρος δύνασθαι μεταβῆναι, ἢ τὴν μεγάλου δομεστίκου γνώμην κινηθῆναι πρὸς βραχύ. ἐπεὶ δὲ περὶ ἐκείνου τοιαῦτ' ἀκούειν ἔστι νῦν, ἅπερ οὐδ' ἄν ποτε ἐνεθυμήθην, προσηκούσης μὲν ἀπολογίας ἀπορῶ. ὅμως ἐκ τῶν μάλιστά μου καθικομένων τῆς ψυχῆς, ποιήσομαι τῆς ἀπολογίας ἀρχήν. λέγω τοίνυν πρὸς αὐτὸν, ὡς ἄρτι νῦν ὥσπερ ἐξεστηκυῖαν τῶν φρενῶν ἢ κάρῳ βαθεῖ καὶ ὕπνῳ κατισχημένην εἰς αἴσθησιν ἤγαγες τῶν περισχόντων με δεινῶν. πρότερον γὰρ, εἰ καὶ μάλιστα σαφῶς τὴν βασιλέως ἠπιστάμην τελευτὴν, ἀλλ' οὖν, εἰσιόντος τε σοῦ πρὸς ἐμὲ, κἀκεῖνον ἐδόκουν, ὥσπερ ἔθος ἦν, συνεισιέναι καὶ ἀπιόντα συνέπεσθαι, καὶ μονονοὺ καὶ φθέγξασθαι ἐλογιζόμην ἐκεῖνον, ὅτε διελέγου πρὸς ἐμὲ, καὶ ὅλως μετρίαν τινὰ ἐλογιζόμην τὴν περισχοῦσάν με τῶν κακῶν ἐπιφοράν. νυνὶ δὲ, ὥσπερ τινὸς παραπετάσματος ἀρθέντος, πάντα φαίνεται τὰ ἔνδον· οὕτω σὺ τῶν ἐλπίδων ἡμᾶς, ὑφ' ὧν ἐφενακιζόμεθα, ἀποστερήσας, γυμνὰ παρεσκεύασας τὰ πράγματα καθορᾷν, καὶ τοὺς μὲν ἐμοὺς οἴεσθαι παῖδας ὀρφανοὺς πατρὸς, ἑαυτὴν δὲ χηρείᾳ καὶ τοῖς ἐκ ταύτης κακοῖς συνισχημένην. ἀλλὰ τί ἄν τις φαίη ἢ καὶ λογίσαιτο περὶ σοῦ; πότερον ὡς ἐπιλέλησαι τῆς ἀκροτάτης συναφείας καὶ 2.33 τῆς θαυμαστῆς ἐκείνης φιλίας βασιλέως τῆς πρὸς σὲ, ᾗ διὰ τὸ μέγεθος οὐδὲ πιστεύειν εἶχον οἱ πολλοί; ἀλλ' οὐκ οἴομαι δυνήσεσθαι, εἴ γε καὶ μάλιστα ἐβούλου. οἶμαι γὰρ εἴ τις τὴν ἐν ἀνθρώποις ἅπασαν φιλίαν συλλαβὼν, ἔπειτα πρὸς παράδειγμά τι θελήσειε σκοπεῖν, ἐξ οὗ τοῖς ἄλλοις τε κἀκείνῳ τὴν αὐτῆς ἰσχὺν ἐξέσται κατιδεῖν, ὑμᾶς ἂν μόνους παραδραμὼν, ὡς καὶ τοὺς ὅρους ταύτης ὑπερβάντας, ἐκ τῶν ἐπιλοίπων ἐξευρίσκειν, ὅ,τι ἂν εἴη, πειρᾶσθαι πρῶτον· τοσοῦτον οὐ τοὺς φίλους μόνον, ἀλλὰ καὶ ἰδέαν αὐτὴν τῆς φιλίας ἔθεσθε κατόπιν. καὶ τοῦτο οὐκ ἐκ τῶν πραττομένων μόνον ἦν ὁρᾷν, καὶ βασιλέως δὲ ἦν ἀκούειν πολλὰ πολλάκις φθεγγομένου, ὡς καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων, ὡς εἰπεῖν, χρημάτων τὴν εἰς σὲ φιλίαν προηγοῖτο. πότερον οὖν ὡς μὲν ἐπιλέλησαι τῆς βασιλέως φιλίας, οὐδὲ τῷ λίαν συκοφαντικῷ τοὺς