205
δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον "ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν η σύ, ἀλλ' αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν τῶν ̔Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο2.25 νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ οσα παρὰ δίκην πράσσοιτο." Τιβέριος μὲν ουν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, αρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εικοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ισας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ ̔Ρωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ ̔Ρωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ων καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ ̓Αγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, εδραμε πρὸς αὐτὸν καὶ ̔Εβραΐδι φωνῇ "τέθνηκεν ὁ λέων" φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν ̓Αγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ηρετο τί αν ειη τὸ ἀγγελθέν· καὶ ὁ ̓Αγρίππας ηδη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας οτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτοκράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ηδη. τῇ δ' ὑστεραίᾳ λόγος τε ην πλατὺς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέ2.26 πουσα τὸν ̓Αγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ῃ πρὸ τοῦ δεθῆναι ην. Γάιος δὲ εἰς ̔Ρώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν ̓Αγρίππαν ἐβούλετο· ἡ δ' ̓Αντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ινα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν ̓Αγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, ειτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αυξησιν, καὶ χρύσεα χαλκείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ' ης ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου ̓Αγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αυθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαΐου ἐξέπλευσεν. ̔Ηρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ανδρα ἐπὶ ̔Ρώμης πλεῖν καὶ ισην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν εως καὶ ακοντα τὸν ̔Ηρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο ουν σὺν τῇ γυναικὶ ἐπὶ ̔Ρώμης. ̓Αγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν ̔Ρώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ενα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ ̔Ηρώδου. καὶ καταλαμβάνουσι 2.27 τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. αμα τε τῷ ̔Ηρώδῃ εἰς οψιν ηκεν ὁ Γάιος καὶ αμα τὰς ̓Αγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς ̓Αρτάβανον αυθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ' ἐποιεῖτο τοῦ λόγου οπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις ̔Ηρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ' ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν ̔Ηρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν οπλων λόγος. τοῦ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ ̓Αγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ