15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τοῦ σώματος ἡ ψυχή (μὴ γὰρ οὕτω μανείην), ἀλλ' ὅτι ἐν τῇ πρώτῃ ἀπογεννήσει μετὰ τοῦ σώματος ἔχει τὴν σύστασιν· εἶθ' οὕτως ἐκείνου διαλυθέντος τὴν χωριστὴν αὕτη διαβιοῖ ζωήν. Τοιοῦτόν ἐστιν, ὦ παῖδες, τὸ μετὰ τῆς ἐπιστήμης τοῖς θεολογικοῖς προσιέναι ῥητοῖς. καὶ Πλάτωνα γὰρ τὸν σοφὸν οὕτω πολλαχοῦ ποιοῦντα εὑρίσκομεν· τὸν γὰρ τοῦ Θεαιτήτου περὶ τῆς ἐπιστήμης ὁρισμὸν ἀνιχνεύων ἐκεῖνος, καίτοι βραχύτατον ὄντα (αἴσθησιν γὰρ τὴν ἐπιστήμην ὡρίζετο), τοσαύταις δόξαις κατέτεμε καὶ τοσαύτας θεωρίας ἐπὶ τούτῳ ὠδίνησε καὶ ἀπέτεκεν, ὅσας οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἐγὼ μὲν οὖν τοῦ τοιούτου πρότερος ὥσπερ τις ἀρχέτυπος εἰκὼν ἵσταμαι· δεῖ οὖν καὶ ὑμᾶς πρὸς τὴν κατ' ἐμὲ ἀρχετυπίαν ἐνατενίζοντας τοὺς οἰκείους λόγους ἀπαραλλάκτως μορφοῦν.
91 Εἰς τὸ «τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην».
Οὐ τοσοῦτον ἐπὶ τοῖς μεγάλοις ζητήμασι τῆς εὐπαιδευσίας ὑμᾶς ἄγαμαι, ὦ φιλοσοφώτατοι παῖδες, ὅσον ἐπὶ τοῖς γυμνοῖς τούτοις καὶ προκειμέ νοις· ἐοίκατε γάρ μοι πάντα τὰ τοῦ θεολόγου ὑποπτεύειν ῥητὰ καὶ μηδὲν ἀνεξέταστον δέχεσθαι. εἰ γοῦν οὕτω καὶ ὁ Ἰσραὴλ προσεῖχε τῷ γράμματι, οὐκ ἂν ὁ ὑποκαθήμενος αὐτῷ τοῦ πνεύματος νοῦς ὑπεξέφυγεν. ἀλλ' ἐκεῖνοι μὲν μέχρι τῶν φαινομένων ἱστάμενοι θυσιῶν τοῦ μεγάλου διήμαρτον καὶ ἀρχιερέως καὶ θύματος· ὑμεῖς δέ, προσφιλοπονοῦντες τῷ γράμματι, τὸν ἐγκεκρυμμένον τοῦ πνεύματος νοῦν ἀνορύττετε. Τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρ' ὑμῶν σήμερον προβληθέν, τὸ «τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δέ, ἵνα πάσχῃ καὶ πάσχων ὑπομι μνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος». αὐτίκα γοῦν τις προσαπορήσειε τί ποτε βούλεται τῷ θεολόγῳ τὸ μένειν καὶ τὸ δοξάζειν ἐπὶ ψυχῆς συλληφθέντα, τί δὲ τὸ πάσχειν κἀντεῦθεν ὑπομιμνήσκεσθαι καὶ παιδεύεσθαι ἐπὶ τοῦ σώματος εἰρημένον, τὸ δὲ τῷ μεγέθει φιλοτι μούμενον τίνι προσαπτέον, τῇ ψυχῇ ἢ τῷ σώματι ἢ τῷ ἐξ ἀμφοτέρων, καὶ τούτων τῷ μίγματι ἢ ἄλλῳ τῳ παρὰ τὸ μίγμα, πῶς δὲ καὶ πάσχειν ἔμελλε τὸ σῶμα, ἀθανάτου πεφασμένου τοῦ πρώτου ἀνθρώπου· εἰ γὰρ τὴν ἀθανασίαν ἐπὶ τῆς ψυχῆς ἐκδεξόμεθα, οὐδὲν ἧττον ὁ αὐτὸς καὶ μετὰ τὸν θάνατον ἐτηρήθη ἀθάνατος. ταῦτα δὴ καὶ τὰ τοιαῦτα προσαπορήσει ὁ ἀληθὴς τοῦ πράγματος ἐξεταστής, ὁ ἐρευνῶν Μωσέα κατὰ τὴν τοῦ κυρίου φωνὴν διὰ τὸ εὑρηκέναι τὸν κύριον περὶ οὗ ἐκεῖνος ἐν ἀπορρήτῳ ἱστόρηκεν. Ἀλλὰ πρὸς τὴν πρώτην ἀπορίαν ἀπαντητέον· ἡ δὲ ἦν, τί τὸ «μένῃ» τῷ θεολόγῳ νενόηται ἀποδοθὲν τῇ ψυχῇ. ἔστι δὲ τοῦτο ταὐτότης ἀνεξάλ λακτος, ἧς ἡ μετέχουσα φύσις τροπῆς ἐστιν ἀπαράδεκτος. ἐπεὶ οὖν σύν θετος ὁ ἄνθρωπος γέγονε καὶ τὸ μὲν αὐτοῦ τῶν συνθέτων ψυχή, τὸ δὲ σῶμα, ἐν μονῇ μὲν ἡ ψυχὴ δεδημιούργηται καὶ ταὐτότητι, ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ σῶμα, καὶ τὸ μέν, ἵνα καθολικώτερον εἴπω, πάθεσι τοῖς ἀδιαβλήτοις τέως ὑπέκειτο, ἡ δὲ καὶ τῶν τοιούτων ἀπαράδεκτος ἦν παθημάτων. τὸ μὲν γὰρ τὴν τοῦ πεινῆν καὶ διψῆν ἐμφύτως κεκτημένον δύναμιν πληροῦσθαί τε καὶ κενοῦσθαι ὤφειλεν· ὅθεν οὐδὲ ἐν ταὐτότητι ἦν καὶ μονῇ, ὅσαι ὧραι ἀλλοιούμενον καὶ μεταβαλλόμενον, ἡ δὲ ἔμενε καὶ τὸν εὐεργέτην ἐδόξαζεν, οὐχ ὡς τοῦ σώματος μὴ δοξάζοντος (ἐκεῖνο γὰρ ἔμελλε τὴν κρείττονα δοξολογίαν προσενεγκεῖν, ὅτι χεῖρον ὂν συνήφθη τῷ κρείττονι), ἀλλ' ὡς μὴ δύναμιν τοῦ δοξολογεῖν ἔχοντος· σῶμα γὰρ ψυχῆς ἄνευ νοούμενον πῶς ἂν δοξολογήσῃ τὸν κτίσαντα;
Ἡ ψυχὴ οὖν, καὶ διὰ τὸ δύναμιν τῆς δοξολογίας ἔχειν καὶ διὰ τὸ ἀπαρά δεκτον τῆς ἐπὶ τὰ χείρω τροπῆς τε καὶ ἀλλοιώσεως, ἔμενέ τε ὁμοῦ ἀναλ λοίωτος καὶ τὸν