205
ὁ Ἀκύλας ἀντὶ δυναστείας, δύναμιν τέθεικεν. "Κραταιωθήτω ἡ χείρ σου· ὑψω θήτω ἡ δεξιά σου." Ὁ δὲ Σύμμαχος οὕτως· Ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου. Πολλάκις εἰρήκαμεν, ὡς διὰ τῆς χειρὸς τὴν ἐνέργειαν δηλοῖ· διὰ δὲ τῆς δεξιᾶς, τὴν ἀγαθὴν ἐνέργειαν· διπλῆς τοί νυν ἐνεργείας δεόμενοι, ἀμφοτέρων ἐμνήσθησαν. Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν. Οὗ δὴ χά ριν ἀήττητον μὲν τὴν χεῖρα, ὑψηλὴν δὲ καλοῦσι τὴν δεξιὰν, ὡς δυναμένην κἀκείνους κολάσαι, καὶ αὐ τοὺς ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερο μένων δηλοῦσι. ιεʹ. "∆ικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρό νου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου." Αὐτοῖς γὰρ καὶ Βαβυλωνίοις δικά σαι τὸν Θεὸν ἱκετεύοντες, ἀντιβολοῦσι κατ' ἐκείνων μὲν δικαίαν τὴν ψῆφον ἐξενεγκεῖν, αὐτοῖς δὲ τὸν ἔλεον παρασχεῖν, καὶ τῆς ὑποσχέσεως τὴν ἀλήθειαν δεῖξαι. ∆ιά τοι τοῦτο τῇ μὲν δικαιοσύνῃ καὶ τῷ κρί ματι τὸν δικαστικὸν ἔφασαν κεκοσμῆσθαι θρόνον, ἔλεον δὲ καὶ ἀλήθειαν τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης. ιʹ. "Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν." Ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν, νενικηκότων ἐστὶ φωνή. Ἐπειδὴ τοίνυν ἡττηθέντες ἠνδραποδί σθησαν, μακαρίζουσι τοὺς νικήσαντας· προθεσπίζει δὲ ὁ λόγος καὶ τὸν λαὸν, τὸν ἐν πάσῃ γῇ καὶ θα λάττῃ τὸν μυστικὸν ἀλαλαγμὸν προσφέροντα τῷ Θεῷ, καὶ τὸν ἐπινίκιον ὕμνον ᾄδοντα. Ταύτῃ δὲ διανοίᾳ καὶ ἐπαγόμενα συμφωνεῖ. "Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσον ται. [ιζʹ.] Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσον ται." Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παια νίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λου τροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν γινόμενοι. ιηʹ. "Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ." Μέγα, φησὶν, ἐπὶ τῇ σῇ δυνάμει φρονοῦσι· παρὰ σοῦ γὰρ ταύτην ἐδέξαντο. "Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν." Καὶ ἡμεῖς δὲ, φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικου 80.1585 ρίαν προσμένομεν· διὰ ταύτην γὰρ κρείττους τῶν πολεμίων ἐσόμεθα· κέρας γὰρ τὴν ἰσχὺν καὶ τὸ κράτος ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τοῖς κέρασι καθωπλισμένα, τούτοις κέ χρηνται κατὰ τῶν ἐπιόντων. ιθʹ. "Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν." Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες. κʹ. "Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου." Ὁ δὲ Σύμμαχος οὕτως· Τότε ἐλάλησας δι' ὁρά σεως τοῖς υἱοῖς σου. Οἴδαμεν γάρ σου τὰς διὰ τῶν προφητῶν γεγενημένας ἐπαγγελίας. Τούτους γὰρ καὶ ὁρῶντας καὶ βλέποντας ὠνόμαζον. "Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν·" ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. [καʹ.] Εὗρον ∆αβὶδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν." Σὺ, φησὶ, τῷ θεράποντί σου ∆αβὶδ ἐμαρ τύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατ ορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας. κβʹ. "Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν." Εἶπας δὲ αὐτῷ παρέξειν ἰσχὺν, καὶ τῆς σῆς αὐτῷ μεταδώσειν κηδεμονίας. κγʹ. "Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Ὑπ έσχου δὲ καὶ τὰς τῶν ἐχθρῶν αὐτοῦ ματαίας δείξειν ἐπιβουλὰς, καὶ τῶν λωβᾶσθαι πειρωμένων κρείττονα καταστήσειν κδʹ, κεʹ. "Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσο μαι. Καὶ ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέ ρας αὐτοῦ." Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον. 80.1588 κʹ. "Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· καὶ ἐν ποταμοῖς