205
ἀποχὴ ἀίδιος ζωή· ὁ οὕτω βιῶν οὐδὲν δέδοικεν, οὐδένα πτοεῖται. Οὕτως εὔχομαί σε διαζῆν, ταὐτῶς καὶ σὺ περὶ ἐμοῦ, ἠγαπημένε υἱέ μου, τὴν εὐχὴν κράτει. 325 {1Καλλίστῳ τέκνῳ}1 Ἐν βραχέσι συλλαβαῖς ἡ ἐπιστολή σου, τέκνον. καὶ εὖγε· ἀρκεῖ γὰρ σημᾶναί σε ὅτι ἔρρωσαι, ἐπειδὴ πυκνάζεις ἡμῖν τὸ γράφειν καὶ πολλαὶ αἱ ἐπιστολαὶ τῶν προσώπων. ἔνθεν κἀμοὶ βραχὺ τὸ γράμμα. ὑγιαίνειν με ἴσθι καὶ εὔχεσθαι ὑπὲρ σοῦ. 326 {1Κληδονίῳ τέκνῳ}1 Τί με ἐγκωμιάζεις, ὦ τέκνον, τὸν ἀνεγκωμίαστον; τί δὲ ἐπιζητεῖς τὴν ταχεῖαν ἀπαλλαγὴν τῶν λυπηρῶν; εἰκότως μὲν τὸ δεύτερον, ἀλλ' ὅμως μακροθυμητέον, ἕως ἂν ἐπίδοι Κύριος καὶ τὴν κάκωσιν τοῦ λαοῦ αὐτοῦ ἰάσηται· ὡς γὰρ οὐκ ἐνδέχεται κάμνοντα ἀναρρωσθῆναι, ἕως ἂν ἡ ὑποκειμένη τῷ στομάχῳ ὕλη ὑπὸ πυρετοῦ μὴ ἐκδαπανηθείη, οὕτω δὴ καὶ τὴν εἰρήνην τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἀμήχανον ἀναλάμψαι, μὴ τῆς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν κακώσεως ἐνδίκως ὑπὸ τῆς μαστι γούσης ἡμᾶς αἱρέσεως ἐκτριβείσης· μάστιξ γάρ ἐστι τοῦ θεοῦ, μικρὸν παιδεύουσα τοὺς φιλοῦντας αὐτόν, ἔπειτα καιρῷ τῷ καθήκοντι ἰωμένη. καὶ οὕτως ἄνωθεν καὶ ἀπ' ἀρχῆς τὰ καθ' ἡμᾶς ᾠκονόμηται. εἰ δὲ τοῖς μαθητιῶσι τηλικαύτη ἡ μάστιξ, τί τὸ κρίμα τῶν ἀπειθούντων καὶ διωκόντων; δῆλον ὅτι ἀπέραντον κατὰ τὴν τιμωρίαν. ∆ιὸ στῶμεν, ἀδελφέ, καὶ ὑπομείνωμεν τὸν Κύριον, ἵνα συνδοξασθῶμεν αὐτῷ. ἥσθην ὅτι οὐ μεμόνωσαι. ἀλλὰ τί πρὸς τὸν Λεόντιον καὶ τοὺς δυοῖν ἀδελφούς; εἶδες ἀμφοτέρων, ὡς εἶπας, κακίαν, τοῦ μὲν τέλεον ἠσεβηκότος καὶ ἰουδαϊκῶς προστατεύοντος, τῶν δὲ ζητούντων ὅπως σὺν αὐτοῖς ὀλέσωσίν σε; ἀλλὰ σύ, ὦ τέκνον ἀγαπητόν, ὡς υἱὸς φωτὸς διάμεινον, μὴ ὁμοιωθῇς τοῖς ἀνόμοις, τοῖς ἀπὸ θεοῦ ἀφεστηκόσι καὶ τῷ σατανᾷ ἑαυτοὺς πεπρακόσι. φύγε ἐκ τῆς πόλεως, ἐπεὶ ἁλώσῃ· ἔχεις τὸν Χριστὸν ἐπίκουρον, αὐτός σε διασώσειεν. εὔχου μοι πλεῖστα. 327 {1Μελετίῳ τέκνῳ}1 Ἀφ' οὗ ἔμαθον ἀπατηθῆναι τὸν ἐλεεινὸν Γρηγόριον διὰ τῆς ἀσεβοῦς ὑπογραφῆς, ἐμερίμνων, τέκνον, τὰ κατὰ σὲ πῶς εἴη· καὶ ὡς ἐδεξάμην σου τὸ γράμμα ἀναγγέλλον τὴν ἐξ αὐτοῦ σου διάζευξιν, ἐστέναξα μὲν ἐπ' ἐκείνῳ πῶς ὄλωλεν καὶ ὅπως ἐπιπλάστως ἐδόκουν θεοσεβεῖν οἱ ἀμφότεροι (πάντως γὰρ καὶ ὁ Βασίλειος ἴσα φρονεῖ), εὐχαρίστησα δὲ τῷ θεῷ μου ἐπὶ τῇ σῇ διασώσει, ὅτι σὲ οὐ κατέπιεν ὁ δράκων, ἀλλ' ὡς ἐκ κήτους θαλασσίου ἀνειλκύσθης τῆς φθοροποιοῦ αἱρέσεως. Μένε οὖν, τέκνον μου ἀγαπητόν, καθὰ διεσώθης, ὑφέλκων πρὸς ἑαυτὸν καὶ ἑτέρους τῶν ἀπαχθέντων ἀδελφῶν ἐν ἀγνοίᾳ (μᾶλλον ἀπειθείᾳ) ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ, ἀληθὲς δὲ εἰπεῖν ἀπὸ θεοῦ. ὁ γὰρ ἀλόγως τοῦ ἰδίου ποιμένος ἀπορρηγνύμενος πῶς οὐχὶ τῆς ἀληθείας ἐστὶν ἀποσπώμενος; ἀλήθεια δέ ἐστιν ὁ θεός, ὃς καὶ φυλάξειεν καὶ στηρίξειεν. καὶ εἰ εὐδοκήσειεν συλληφθῆναί σε ὑπὸ τῶν χριστομάχων, δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν πάντα μέχρις αἵματος τῶν ὑπὲρ αὐτοῦ παθημάτων. 328 {1Ἰακώβῳ τέκνῳ}1 Γέγραφάς μοι τοῦτο κἀκεῖνο πολλοῖς λόγοις ἐπαινῶν με, ἀλλ' ἐγὼ οὐδὲν ἐμαυτῷ συνεπίσταμαι ἀγαθὸν ἔχων. σοὶ δὲ ἐγὼ εὔχομαι ἐναρξαμένῳ καὶ τελειῶσαι τὸ ἔργον τοῦ θεοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας Χριστοῦ. διὸ καρτέρει, τέκνον μου ἠγαπημένον, τὰ τῆς φυλακῆς, τὸν ἔσω ἄνθρωπον καθαίρων δι' αἰχμαλωσίας τῶν ἐναντίων λογισμῶν· οὕτω γὰρ ἐμπαράσκευος ἔσῃ ἀεὶ πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον. μακάριος οὐχ ὁ ἐναρξάμενος καλῶς ἁπλῶς, ἀλλ' ὁ τελειώσας τὸ ἔργον Χριστοῦ. τὸν ἀδελφὸν Λουκιανὸν κἀγὼ πενθῶ, ἀλλ' ὅμως ἥττηται κατὰ τὰς ἁμαρτίας μου, καὶ τὸ ἀνακαλέσασθαι ἧτταν δυσχερές. Προσεύχου περί τε αὐτοῦ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀενάως. 329 {1Εὐπρεπιανῷ τέκνῳ}1 Ἐγώ, ὦ τέκνον, ἐπειδὴ ἐλθὼν σὺ πρός με εἰς Ἀνατολικοὺς ὑπέμνησας φιλεῖν σε, ἐγκεκλεῖσθαι μὲν τῷ διωγμῷ ἀπέτρεψα τότε, ἡνίκα δὲ διέστης τῶν ἀδελφῶν, ἐδόκουν τὸ πλεῖστον διὰ τὸ ἀγαπᾶν σε ἡσυχίαν τοῦτο πεποιηκέναι καὶ οὐκ εἰς πολὺ ἐλάττωμά σου ἡγούμην αὐτὸ εἶναι· διὸ καὶ ἀνιστόρουν κατὰ νοῦν ἐπὶ τὰ Προυσινὰ