205
κατὰ τῆς Συρίας Ἀράβων ὡς ἐπαναστάντων τοῖς Μαυροφόροις καὶ πολλοὺς κατὰ τὴν Παλαιστίνην καὶ Ἔμεσαν καὶ τὴν παραλίαν ἑλόντων, ἐπελθεῖν τε αὐτοῖς μελετῶντα μετὰ τῶν στρατευμάτων ἐκώλυσεν. ὁ δὲ ὀργισθεὶς τῷ Ἀβδελᾷ πρὸς τὴν ἐνδοτέραν Περσικὴν ὥρμησε σὺν τῷ πλήθει, ὃν δειλιάσας σφόδρα μεταστέλλεται αὐτὸν πιθανολογίαις καὶ παρακλήσεσι καὶ αὐτοῖς δὲ τοῖς μυσαροῖς συμβόλοις τῆς ἀρχῆς αὐτῶν, φημὶ δὴ τῇ ῥάβδῳ καὶ τοῖς σανδαλίοις τοῦ ψευδοπροφήτου Μουάμεδ, ἐξαιτῶν ὁδὸν ἡμέρας μιᾶς ἐκκλῖναι πρὸς αὐτόν, ὅπως αὐτῷ τὴν πατρὶ πρέπουσαν εὐχαριστίαν ἀπονείμῃ. ὁ δὲ ἀπατηθεὶς παραγίνεται σὺν χιλιάσιν ἱππέων ρʹ, ἑνωθείς τε αὐτῷ κτείνεται ὑπ' αὐτοῦ χερσὶν ἰδίαις. ὁ δὲ ὄχλοι σκεδασθέντες αὐθημερὸν ᾤχοντο φιλοτιμίαις οὐκ εὐαριθμήτοις ἐφοδιασθέντες. καὶ οὕτω τὰ τῆς ἀρχῆς τῷ Ἀβδελᾷ διευθύνεται. Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. Ῥώμης ἐπίσκοπος Παῦλος ἔτη ζʹ. ιεʹ. αʹ. αʹ. βʹ. εʹ. Τούτῳ τῷ ἔτει Νικήτας ὁ Ἡλιουπόλεως ἀνεθεματίσθη ὑπὸ τῆς ἐκκλησίας πάσης. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος Σύρους τε καὶ Ἀρμενίους, οὓς ἤγαγεν ἀπὸ Θεοδοσιουπόλεως καὶ Μελιτηνῆς, εἰς τὴν Θρᾴκην μετῴκισεν, ἐξ ὧν καὶ ἐπλατύνθη ἡ αἵρεσις τῶν Παυλικιάνων. ὁμοίως καὶ ἐν τῇ πόλει, ὀλιγωθέντων τῶν οἰκητόρων αὐτῆς ἐκ τοῦ θανατικοῦ, ἤνεγκε συμφαμίλους ἐκ τῶν νήσων καὶ Ἑλλάδος καὶ τῶν κατωτικῶν μερῶν, καὶ ἐποίησεν οἰκῆσαι τὴν πόλιν καὶ κατεπύκνωσεν αὐτήν. τῷ δ' αὐτῷ χρόνῳ ἐζήτησαν οἱ Βούλγαροι πάκτα διὰ τὰ κτισθέντα κάστρα· καὶ τοῦ βασιλέως ἀτιμάσαντος τὸν ἀποκρισιάριον αὐτῶν, ἐξῆλθον φωσατικῶς, καὶ ἦλθον ἕως τοῦ Μακροῦ τείχους κατὰ τῆς βασιλίδος πόλεως τὴν ὁρμὴν ποιησάμενοι. πολλὴν οὖν ἅλωσιν ἐργασάμενοι καὶ αἰχμαλωσίαν λαβόντες ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια. 430 ιʹ. βʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει σεισμὸς γέγονε κατὰ τὴν Παλαιστίνην καὶ Συρίαν οὐ μικρὸς μηνὶ Μαρτίῳ θʹ. καὶ ἐξωρίσθη Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, φθόνῳ τῶν Ἀράβων διαβληθείς, ὅτι συχνῶς τῷ βασιλεῖ Κωνσταντίνῳ δηλοποιεῖ τὰ τῶν Ἀράβων διὰ γραμμάτων· καὶ λοιπὸν ὁ αὐτὸς Σαλὶμ ὑπερόριον τίθησιν εἰς τὴν Μωαβῖτιν χώραν πατρίδα τε αὐτοῦ. καὶ ἐπέτρεψεν ὁ αὐτὸς Σαλὶμ μὴ κτίζεσθαι νέας ἐκκλησίας, μηδὲ φανῆναι σταυρόν, μηδὲ δογματίσαι περὶ πίστεως Χριστιανὸν μετὰ Ἀράβων. ἐπεστράτευσε δὲ κατὰ Ῥωμανίας σὺνχιλιάσιν πʹ καὶ ἐλθὼν εἰς τὴν Καππαδοκίαν ἤκουσε Κωνσταντῖνον κατ' αὐτοῦ ὁπλιζόμενον, καὶ φοβηθεὶς ὑπέστρεψεν ἄπρακτος μηδὲν λυμηνάμενος· μόνον δὲ ὀλίγους Ἀρμενίους προσρυέντας αὐτῷ λαβὼν ὑπέστρεψεν. ιζʹ. γʹ. γʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀβδελᾶς τὴν φορολογίαν ἐπέτεινε Χριστιανοῖς, ὥστε ἅπαντας μοναχούς τε καὶ ἐγκλείστους καὶ κιονίτας τοὺς τῷ θεῷ εὐαρεστοῦντας φορολογῆσαι· ἐσφράγισε δὲ καὶ τὰ τῶν ἐκκλησιῶν κειμηλιαρχεῖα, καὶ ἤνεγκεν Ἑβραίους πρὸς τὸ πωλῆσαι αὐτά, καὶ ἠγόρασαν αὐτὰ οἱ ἀπελεύθεροι. ιηʹ. δʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος τὰς κατὰ τὴν Μακεδονίαν Σκλαυινίας ᾐχμαλώτευσε καὶ τοὺς λοιποὺς ὑποχειρίους ἐποίησεν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ τινὲς ἐκ τῶν Μαυροφόρων Περσῶν τῆς μαγικῆς ὄντες θρησκείας, ἀπάτῃ τοῦ διαβόλου κρατούμενοι, πωλήσαντες τὴν ὕπαρξιν αὐτῶν καὶ γυμνοὶ ἀνελθόντες εἰς τὰ τείχη ἔρριπτον ἑαυτούς, ὥστε πετασθῆναι εἰς τὸν οὐρανόν, ὡς ἐνόμιζον. οἱ δὲ μηδὲν ἀξιόλογον τῆς ἐκεῖσε κληρουχίας ἔχοντες πρὸς γῆν ἀνθυπέστρεφον τὰ μέλη συντριβέντες, ὧν τοὺς ἐξάρχοντας τῆς πλάνης Ἀβδελᾶς ἀνεῖλε διὰ τοῦ Σαλὶμ κατὰ τὴν Βέροιαν καὶ Χαλκίδα ὄντας τὸν ἀριθμὸν ιʹ. ιθʹ. εʹ. εʹ. ʹ. Τούτῳ τῷ ἔτει φθόνῳ τοὺς Χριστιανοὺς ἐκώλυσαν Ἄραβες ἐκ 431 τῶν δημοσίων χαρτοθεσίων πρὸς ὀλίγον χρόνον, αὖθις ἀναγκασθέντες ἐγχειροῦσιν αὐτοῖς τὰ αὐτὰ διὰ τὸ μὴ δύνασθαι αὐτοὺς γράφειν τοὺς ψήφους. καὶ ἐπεστράτευσαν τὴν Ῥωμανίαν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ Παῦλον τὸν στρατηγὸν τῶν Ἀρμενιάκων πολεμήσαντες εἰς τὸν Μέλαν ἀνεῖλον μετὰ πλήθους στρατοῦ καὶ μβʹ ἐπισήμους ἄνδρας δεσμίους ἤγαγον καὶ κεφαλὰς πολλάς. ὁ δὲ βασιλεὺς ἐπεστράτευσε τὴν