206
τρόπους εἰπεῖν ἐξέσται· ὅτι δὲ μεμνημένος ἀγνωμονεῖς καὶ τοῖς βασιλέως παισὶν ἐναντίας ᾗ προσῆκεν ἀποδίδως ἀμοιβὰς μετὰ τὴν ἐκείνου τελευτήν; ἀλλ' οὔτε τοῦτο σὸν, ὥσπερ οὐδὲ τὸ πρῶτον. οὐ μὴν ἀλλ' οὐδὲ τῶν πρὸς ἐμέ σου λόγων, οὓς ἑκάστοτε, καὶ βασιλέως ζῶντος, διεξίεις, ἄξια τὰ δεδογμένα νῦν. οὐ γὰρ δήπου γε ἐπιλέλησαι, ὡς πολλοὺς ἀγῶνας καὶ κινδύνους καὶ θάνατον, εἰ οἷόν τε εἰπεῖν, ὑπὲρ τῆς ἐμῆς ὠφελείας καὶ τῶν παίδων ἑτοιμότατος 2.34 εἶναι, καιροῦ καλοῦντος, ὑπομένειν ἰσχυρίζου. οὗ νῦν παρόντος, εἴ σοι ἐξελέγχεσθαι ἐπὶ τῶν ἔργων εὐπρεπὲς, αὐτὸς ἐρεῖς. ἔτι δὲ οὐδ' ἐμαυτῇ τι σύνοιδα σοὶ προσκεκρουκυῖα, ἀλλ' ἐξ ὅτου παρεγενόμην ἐν τοῖς βασιλείοις οἴκοις, οὐδὲν ἀποδέουσαν οὔτ' εὔνοιαν, οὔτε τιμὴν ἢ τἀδελφῷ κόντῳ παρειχόμην, μᾶλλον δὲ καὶ πλείω παραπολὺ, ὅσον ἐκείνου μὲν οὔτε τεθνεῶτος ἐμοί τις βλάβη, οὔτ' ὠφέλεια ζῶντος ἕψεται, τοσοῦτο διῳκισμένου· σὺ δὲ καὶ ζῶν τὰ μέγιστα ἂν ὀνήσαις, καὶ ἀποθανὼν οὐδὲν ἧττον ἐμοί τε καὶ τοῖς Ῥωμαίων πράγμασι λυμανῇ. ἐγὼ δὲ καίτοι πολλὰ συνείρειν ἔχουσα καὶ ἀποδεικνύναι δι' αὐτῶν, ὡς οὔτε συμφέροντα, οὔτε δίκαια ἐβουλεύσω, ἐκεῖνο μόνον ἐρῶ, τὰ ἄλλα καταλιποῦσα. εἰ γὰρ παριόντα τινὰ ὁδὸν τῶν ἐπιφανῶν τινι συνέβη γυναικὶ συντυχεῖν, χηρείᾳ μὲν συνούσῃ καὶ τοῖς ἐκ ταύτης κακοῖς, καὶ παισὶν ὀρφανοῖς καὶ μηδένα τὸν προστησόμενον ἔχουσι προστετηκυίᾳ καὶ διὰ ταῦτα πολλοὺς ὑφορωμένῃ τοὺς κινδύνους καὶ δεομένῃ τῆς δυστυχίας οἰκτεῖραι καὶ αὐτῆς προστῆναι καὶ τῶν παίδων, οὐδὲν ἕτερον εἰς δικαίου λόγον προβαλλομένῃ ἢ τὴν εὐγένειαν καὶ τὴν παρ' ἀξίαν κακοπραγίαν, οὐκ ἔδει καὶ σὲ καὶ πάντα ὁντινοῦν οἷος σὺ, τῶν ἄλλων ἀμελήσαντα, πρόνοιαν ποιήσασθαι τῆς γυναικὸς ὅση δυνατὴ, καὶ ἀξιόχρεως τοὺς ὑπὲρ ἐκείνης νομίσαι πόνους εἰς εὐκλείας 2.35 λόγον καὶ δικαιοσύνης; εἰ τοίνυν τοῦτο μόνον ἤρκεσεν ἂν εἰς πειθὼ, τίνα ἂν εὐπρόσωπον ἀπολογίαν ἀποδοίης, εἰ αὐτοῦ τε τούτου καὶ πολλῶν ἑτέρων ἰσχυροτέρων παρόντων, ἀπαραίτητος ὀφθῇς. διό σου δέομαι, ταύτης ἀποστῆναι τῆς βουλῆς καὶ μὴ προφάσεως ἕνεκα μικρᾶς ἐμέ τε καὶ νηπίους παῖδας τοὺς ἐμοὺς, ὥσπερ ἐν μέσῳ πελάγει ναῦν ἐρήμην κυβερνήτου, καταλιπεῖν. ἀλλ' εἴτ' αὐτὸς πρῶτος ἐνεθυμήθης, ἄκαιρον ἡγήσασθαι καὶ μυρίων γέμουσαν τὴν βουλὴν κακῶν, εἴθ' ἑτέρῳ συμβουλεύοντι ἐπείσθης, μὴ τῶν φίλων ἐκεῖνον, ἀλλ' ἔχθιστον ἡγεῖσθαι καὶ σοὶ μὲν πρὸς τὴν εὔκλειαν καὶ τὴν τιμὴν, ἡμῖν δὲ πρὸς αὐτὴν ἐπιβουλεύοντα τὴν σωτηρίαν, προσθήσω δ' ὅτι καὶ πᾶσι τοῖς Ῥωμαίων πράγμασι κοινῇ. ἐγὼ δὲ εἰ καὶ μὴ ἀφ' ἑαυτῆς αὐτὴ τὸ δέον συνεώρων, ὡς οὐδεμία τις ἑτέρα κοινῇ τοῖς πᾶσι βεβαιοτέρα σωτηρία, ἢ σὲ τοῖς πράγμασιν, ὥσπερ καὶ ζῶντος βασιλέως, ἐφεστάναι, ἐξ αὐτῶν γοῦν τῶν βασιλέως λόγων, οὓς περὶ σοῦ πολλάκις ἐποιεῖτο πρὸς ἐμὲ, μάλιστα δὲ πρὸ τῆς τελευτῆς μικρὸν, ἐχρῆν συνεῖναι τὸ συνοῖσον. ἀνακείμενος γὰρ ἐπὶ γόνασι τοῖς ἐμοῖς, σοῦ παρόντος, «ὁ μὲν καιρὸς» ἔφη «τῆς ἐμῆς ἥκει τελευτῆς. σὲ δὲ χρὴ σκοπεῖν, ὅπως ἐμοῦ μὴ ἀπελθόντος λογισμοῖς τισιν ἢ καὶ λόγοις ἐνίων ἀπατηθεῖσα, ἑτέρῳ τινὶ πρόσχῃς τὸν ἄνδρα τουτονὶ διωσαμένη. εἰ γὰρ τοῦτο συμβαίη, 2.36 οὐδὲν ἔτι τὸ λεῖπον σέ τε καὶ τέκνα καὶ τὴν ἄλλην ἅπασαν τῶν Ῥωμαίων ἡγεμονίαν ἀπολέσθαι· αὐτῷ δὲ προσέχουσα, ἄριστα σαυτῇ τε καὶ τοῖς πράγμασι βουλεύσῃ.» εἰ δὴ τοιαῦτα πρός τε βασιλέως ἐδιδάχθην καὶ παρ' ἐμαυτῆς αὐτὴ τὰ ὅμοια γινώσκω, τίν' ἔχοι λόγον, οἷς αὐτὸς κακῶς καὶ ὡς οὐ δέον ἐβουλεύσω, πείθεσθαι καὶ αὐτὴν ἑκοῦσαν εἶναι. ἂν μὲν οὖν οἷς εἶπον τὴν ἀτοπίαν καὶ αὐτὸς τοῦ πράγματος ὅση κατιδὼν, ἀπόσχῃ τοῦ τε τοιαῦτα καὶ βουλεύεσθαι καὶ λέγειν, καὶ τῶν πραγμάτων, ὥσπερ εἴωθας, ἐχόμενος, αὐτὸς μὲν τὰ κοινῇ συνοίσοντα Ῥωμαίοις, καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, πράττῃς, ἐμοὶ δὲ παρέχῃς ἡσυχίαν, τὰς ἐμᾶς θρηνεῖν καὶ κόπτεσθαι συμφορὰς, τοῦτο γὰρ ἐμοὶ παραμυθία μόνον καὶ τῶν κακῶν ἀνακωχὴ, δίκαιά τε ὁμοῦ καὶ συμφέροντα καὶ σαυτῷ προσήκοντα ποιήσεις. ἂν δὲ πάντα διωσάμενος καὶ ἀποῤῥίψας, ἑνὸς μόνου γένῃ τοῦ τοῖς δεδογμένοις ἐγκαρτερεῖν, πᾶσι χαίρειν εἰπὼν,