206
̔Ηρώδην ἀειφυγία κατέκρινεν. ̔Ηρωδιάδι δὲ ὡς ̓Αγρίππου ὁμαίμονι τά τε χρήματα οσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν ̓Αγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ' ελεγεν ειναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν. ̔Ο μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν ̓Αλεξανδρείᾳ ̓Ιουδαίοις καὶ Ελλησι τρεῖς ἀφ' ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. ̓Απίων δὲ τῶν ̓Αλεξανδρέων πρέσβεων εις αλλα τε κατηγόρει τῶν ̓Ιουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ ̔Ρωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων ουτοι μόνοι αδοξον ηγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ορ2.28 κιον αὐτοῦ ποιεῖσθαι τὸ ονομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν ̓Ιουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ενδοξος καὶ φιλοσοφίας οὐκ απειρος, ετοιμος ην ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ην κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν ̓Ιουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. ̔Ο δ' αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ ̓Ιουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν ̓Ιουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον ̓Ιουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, "Εἰ δ' ἀπαραίτητος ει," ελεγον, "ἡμᾶς πρότερον διαχειρισάμενος ουτως ιστα τὸ αγαλμα." Πετρώνιος δ' ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ' ἑαυτοῦ ταῦτ' επραττον, δίκαιος ην πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης εχουσιν ̓Ιουδαῖοι. καὶ πολλαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος εφη "πολεμήσετε αρα;" οἱ δ' "οὐ πολεμήσομεν" εφασαν, "τεθνηξόμεθα δὲ πρότερον η παραβῆναι τὰ πάτρια," καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ' ἡμέρας ἐπράτ2.29 τετο τεσσαράκοντα. ̓Αριστόβουλος δὲ ὁ ̓Αγρίππου ἀδελφὸς καὶ αλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ισως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ' ἐμμένοι καὶ αυθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος απτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαΐῳ περὶ τῆς πράξεως. ̓Αγρίππας δὲ ὁ βασιλεὺς ἐν ̔Ρώμῃ διάγων προέκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ο αν αὐτῷ πρὸς βουλῆς. ὁ δέ "αἰτήσομαί σε" εφη "τῶν μὲν ολβον περιποιούντων οὐδέν, ο δ' αν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς ευκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ην ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ ̓Ιουδαίων ἱερόν, δι' ἐμὲ καταλείψειν." Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει. καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ηδη τὸν ἀνδριάντα εφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· "οὐ γὰρ ετι τοῦτον βούλομαι στῆναι, διὰ τὸν ̓Αγρίππαν, ανδρα τιμώμενον παρ' ἐμοί." Γάιος μὲν ουν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς ̓Ιουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ " ̓Επεί σοι τὰ τῶν ̓Ιουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν