206
ὄρη ἐνδιατρίβειν σε καὶ δουλεύειν τῷ θεῷ, καὶ ἔχαιρον. ὡς δὲ νῦν ἤκουσα οὐδὲν τοιοῦτον, ἀλλὰ κωμάσαντα δῆθεν οἰκονομίας τοῦ μὴ ἁλῶναι τῇ αἱρέσει καὶ ἀσπροφοροῦντα, μόνον τε ὄντα καὶ μειζοτερικῶς ἤγουν κουρατορικῶς τῇ ἡγουμένῃ δουλεύοντα ζῷά τε ἐπαγοράζοντα καὶ φορτοκομεῖν ἐκ τῶν ἔσω ἔξω, ἐξιόντα τε καὶ εἰσιόντα, ἐξέστην, παρείθην, ἐγενόμην ὡσεὶ νεκρός. οὐαί μοι, τῷ ἀθλίῳ· ἀδελφέ, τί πεποίηκας, πῶς ἐτόλμησας τοῦτο ὅλον πρᾶξαι; ὁ πρὶν ὁμολογητὴς ἐπί τε τῶν μοιχειανῶν καὶ νῦν τῶν εἰκονομάχων ἄρτι χριστέμπορος, ἐμπορίαν ἡγούμενος τὰ θεῖα· ὁ πάλαι ἀκριβὴς μέχρι βλέμματος νῦν γυναικόδουλος, ἵνα μή τι χεῖρον εἴπω· ὁ λίαν φυγὰς τῶν ἰδίων ἄρτι ὀπισθόρμητος καὶ σὰρξ καὶ αἷμα ἀδελφοῖς συζῶν· ὁ φυγόπατρις ἄρτι λωποδύτης. φησί που ὁ θεῖος Βασίλειος, καὶ τὸν συγκλητικὸν ἀπώλεσας καὶ μοναχὸν οὐκ ἐποίησας, καὶ ταῦτα διὰ τὸ μὴ ἀκριβῶς αὐτὸν ζῆν, ἀλλὰ παρακατασχεῖν τινα τῶν αὐτοῦ χρημάτων. σὺ δέ, συγχώρησον, οὐκ ἀπώλεσας τὸν μοναχόν, ἀλλ' ἤρνησαι· τί σε καλέσωμεν; μοναχόν; ἀλλὰ κωμαστὴς σύ. ἀλλά, φησί, λέγεις ἔνδον φορεῖν μαῦρον καὶ ἐν καρδίᾳ μὴ ἐξαρνήσασθαι. τοῦτο καὶ νῦν πάντες καὶ οἱ κοινωνοῦντες τῇ αἱρέσει λέγουσι. κρεῖττόν σοι, ἄνθρωπε, ἦν κοινωνῆσαι τῇ αἱρέσει καὶ μετανοεῖν ἢ ῥίψαντα τὸ ἅγιον σχῆμα ἀμετανόητον εἶναι· ῥίψας γὰρ αὐτὸ τὸν υἱὸν τοῦ θεοῦ κατεπάτησας, τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσω, τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας. διὸ οὐδὲ τῶν ἁγιασμάτων μετασχεῖν ἄξιος εἶ. ὤ, ὤ, τί ἔπραξας, καὶ ταῦτα ἐπιστήθιος ὤν; κατήγαγές με εἰς τὰ ᾅδου ταμιεῖα, ἐκέρασάς μοι ποτήριον θανάτου· ἔλαβέν σε ὁ διάβολος διὰ τρόπου ὅπου ἐβούλετο. Ἀλλὰ ἀνάνηψον, τέκνον μου καλόν, Εὐπρεπιανέ· ἐπαίχθης ὑπὸ τοῦ σατανᾶ, δοκήσας παῖξαι αὐτόν, πρὸς ἡμέρας τινὰς κατὰ περίστασιν ὑπακοῇ πατρικῇ καὶ διακονίᾳ ὑποφορῆσαι ἄσπρα καὶ κατακαλῦψαι τὴν κεφαλήν, ὥσπερ ἐποίησας σύ, ἐν ἐμοὶ ἐν τῇ φυλακῇ νύκτωρ ἐλθὼν διὰ τῶν κεραμιδίων. ναί, ἐνδέχεται, καὶ αὖθις ἀπιέναι οἴκοι καὶ ἀπορρῖψαι τὸ κάλυμμα τῆς κεφαλῆς καὶ τὸ ἐπανωφόριον καὶ ἔχεσθαι τῆς θείας ἐργασίας. οὕτως δέ, ὡς σὺ ἦς, ῥιψοσχημία ἐστίν. ἐλέησον σεαυτόν, ἀδελφέ, κἀμέ, τὸν ἀνάξιόν σου πατέρα καί, ἅμα δέξῃ τὰ γράμματα, καὶ τὴν κόμην κεῖρον καὶ τὸ λευκοφόρον ἀπόρριψον καὶ μετὰ ἀδελφοῦ συνδέθητι καὶ ὡς οἱ λοιποί σου ἀδελφοὶ καθέσθητι, ἀντιγράφων μοι εὐθύς, ἵνα πάλιν ἀνταποκριθῶ σοι. οἶδα ὅτι δοκῶν καλὸν ποιεῖν τοῦτο ἔπραξας. ἀλλὰ ἀνάλυσον, τοῦ πονηροῦ ἐστι δρᾶμα. 330 {1Σπαθαρίᾳ τοῦ Φλαβίου}1 Ἐν καιρῷ πειρασμοῦ οἱ ἀληθινοὶ φίλοι δοκιμάζονται ὥσπερ καὶ οἱ λιμένες, τοῖς χειμαζομένοις ἐκ καταιγίδος εἰς ὑποδρομὴν φαινόμενοι· καὶ γὰρ εἶ ὡς ἀληθῶς γυναικῶν εὐγενεστάτη καὶ εὐσεβεστάτη, ἄνωθεν καὶ ἐξ ἀρχῆς λιμὴν ὁμοῦ καὶ περιοχὴ πολλῶν ψυχῶν ἀστέγων καὶ ἀτρόφων. καὶ οὐκ ἔστι σχεδόν τις ἐν τοῖς μονασταῖς ὁ μὴ μεγαλύνων σου τὸ ὄνομα καὶ διηγούμενος τὸ φιλόξενον, κἂν αὐτὸς οὐ πέπονθεν, ἀλλ' ἐκ τῶν πεπονθότων ἀκροασάμενος, ὡς καὐτὸς ἐγώ, οὐ μόνον ἔτι ὢν ἐν τοῖς αὐτόθι, ἀλλὰ καὶ ἀπὼν μακροτέρως. τίνες δὲ οἱ ἀπαγγείλαντες; οὓς ὑπεδέξω καὶ ἐτροποφόρησας ἐν τῷ παρόντι καταποντισμῷ τῆς δυσσεβοῦς αἱρέσεως· ἧς ὑπερπλέειν σε εὔχομαι τῷ θεῷ μου, πηδαλιουχουμένην τῷ ἔμφρονι λογισμῷ τῆς εὐσεβείας, ᾗ συνέζησας καὶ ἣν ἐκτήσω ἄνωθεν ὑπερσύμβιον καὶ ἥ σε παραστήσει τῷ θεῷ ἐν τῇ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ εὐμενῶς κληρονομοῦσαν τὴν αἰώνιον ζωήν. Ταῦτά σοι εὔχομαι ὁ ἁμαρτωλὸς διὰ τοὺς περὶ Ἰγνάτιον ἀδελφοὺς ἡμῶν, τιμιωτάτη κυρία. 331 {1Μαρίᾳ μοναζούσῃ}1 Ἀγαθὸν ὄνομα ἠκουτίσθη μοι τῆς τιμιότητός σου καὶ πρᾶξις δεξιὰ καὶ βίος ἐνάρετος παρ' ὧν ἀδελφῶν ἡμῶν ξενίζειν καὶ περιέπειν ἀπὸ θήρας τῶν διωκόντων εἵλετο ἡ θεοφιλία σου. καὶ χάρις τῷ θεῷ, ἔχοντι πολλοὺς ἐν ἀφανείᾳ βιωτικῇ περιφάνειαν ἔχοντας θεϊκήν· καὶ γὰρ ὁ Χριστός, παρωσάμενος τὰ ἐν κόσμῳ ἔνδοξα ἐν τῇ διὰ σαρκὸς ἐπιδημίᾳ αὐτοῦ, τὰ ἀσθενῆ καὶ ἐξουθενημένα ἐξελέξατο, ἵνα καταισχύνῃ τὰ πλούσια καὶ ὑψαυχοῦντα κατὰ σάρκα.