1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

206

Βουλγαρίαν, καὶ ἐλθὼν εἰς Βερέγαβαν εἰς τὴν κλεισοῦραν, ὑπήντησαν αὐτῷ οἱ Βούλγαροι, καὶ πολλοὺς τῶν αὐτοῦ ἀνεῖλον, ἐν οἷς καὶ Λέοντα, πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκησίων, καὶ Λέοντα ἕτερον, λογοθέτην τοῦ δρόμου καὶ λαὸν πολύν, καὶ ἔλαβον τὰ ἄρματα αὐτῶν. καὶ οὕτως ἀδόξως ὑπέστρεψαν. κʹ. ʹ. ʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε πλάνη τῆς πασχαλίας, καὶ οἱ μὲν ὀρθόδοξοι κατὰ τὴν ἑῴαν ʹ τοῦ Ἀπριλλίου μηνὸς ἐπάσχασαν, οἱ δὲ πεπλανημένοι αἱρετικοὶ ιγʹ. Τῷ δ' αὐτῷ ἔτει μετετέθη ἡ κάρα τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ ἐκ τῆς μονῆς τοῦ Σπηλαίου εἰς τὸν ναὸν αὐτοῦ κατὰ τὴν Ἐμεσηνῶν πόλιν περιφανῆ ὄντα, καὶ ἡ κατάβασις ἐκτίσθη, ἔνθα μέχρι τῆς σήμερον ὑπὸ τῶν πιστῶν προσκυνουμένη εὐωδίᾳ σωματικῇ τε καὶ πνευματικῇ τιμᾶται, βλύζουσα πᾶσι τοῖς πίστει προστρέχουσι τὰ ἰάματα. καὶ τῷ αὐτῷ ἔτει δοκίτης ἐδείχθη λαμπρότατος κατὰ τὴν ἑῴαν ἐπὶ ιʹ ἡμέρας, καὶ αὖθις πρὸς δύσιν ἡμέρας καʹ. Θεόδωρος δέ τις ὀνόματι Σύρος Λιβανίτης κατὰ τὴν περίχωρον Ἡλιουπόλεως τῆς πρὸς Λίβανον ἐπανέστη τοῖς Ἄραψιν, καὶ πολεμήσας αὐτούς, ἔπεσον ἐξ ἀμφοτέρων πολλοί. ἔσχατον δὲ τραπεὶς ἔφυγεν, καὶ οἱ συνόντες αὐτῷ Λιβανῖται πάντες ἀνῃρέθησαν. ἐγένοντο δὲ καὶ ἐν Ἀφρικῇ ἀκαταστασίαι καὶ πόλεμοι, ἡλιακῆς γεγονυίας ἐκλείψεως μηνὶ Αὐγούστῳ ιεʹ, ἡμέρᾳ ʹ, ὥρᾳ ιʹ. ἀνέστησαν δέ τινες τῶν Μαυροφόρων ἐν τῷ ∆αβεκῷ λέγοντες τὸν υἱὸν τοῦ πρωτοσυμβούλου θεὸν ὡς τροφέα αὐτῶν, καὶ ἐξήνεγκαν δόγμα τοιοῦτον. καὶ εἰσῆλθον οἱ Μαυροφόροι εἰς τὸν οἶκον τῆς πλάνης αὐτῶν καὶ ἀπέκτειναν τοὺς κλειδούχους ὀνόματα ξʹ. καὶ ἐξῆλθόν τινες ἐπὶ τὸ Βασρασὸν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ χρήματα ἔλαβον πολλά. 432 καʹ. ζʹ. ζʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Κασιῶται κατὰ τῶν Μαυροφόρων διὰ γυναῖκας. ἔμειναν γὰρ ἐξ αὐτῶν εἰς οἶκον, ἐν ᾧ ἔμενον ἀδελφοὶ τρεῖς, καὶ ἠθέλησαν τὰς γυναῖκας αὐτῶν ποντίσαι. ἐγερθέντες δὲ οἱ τρεῖς ἀδελφοὶ ἀπέκτειναν καὶ ἔχωσαν αὐτούς. οἱ δὲ συναχθέντες ἀπέκτειναν καὶ τοὺς λοιπούς. καὶ πέμψας ὁ Σέλιχος τὰ στρατεύματα διὰ δόλου ἦλθον ἄνωθεν αἰτῶν, καὶ πιάσαντες αὐτοὺς ἐφούρκισαν τοὺς τρεῖς ἀδελφοὺς καὶ πολλοὺς ἀπέκτειναν. καὶ τῇ ἑορτῇ τοῦ πάσχα εἰσῆλθεν ἐν τῇ ἁγίᾳ συνάξει εἰς τὴν καθολικήν, καὶ τοῦ μητροπολίτου παρισταμένου καὶ ἐκφωνήσαντος τό· "ὁ γὰρ λαός σου καὶ ἡ ἐκκλησία σου ἱκετεύει σε," ἐξήνεγκαν αὐτὸν καὶ ἀπέκλεισαν ἐν φυλακῇ, καὶ ἄλλος ἐπλήρωσε τὴν ἁγίαν σύναξιν· καὶ ἐγένετο φόβος μέγας. καὶ εἰ μὴ ὁ μητροπολίτης κατεπράϋνεν αὐτὸν ἠθικότητι καὶ ταπεινοῖς λόγοις, κακὸν μέγα ἂν ἀπετελέσθη τῇ ὥρᾳ ἐκείνῃ. ἦν δὲ ὁ μακαριώτατος Ἀναστάσιος. Τῷ δ' αὐτῷ ἔτει Κωνσταντῖνος ὁ διώκτης Ἀνδρέαν, τὸν ἀοίδιμον μοναχόν, τὸν λεγόμενον Καλυβίτην, ἐν Βλαχέρναις διὰ μαστίγων ἐν τῷ ἱππικῷ τοῦ ἁγίου Μάμαντος ἀπέκτεινεν ἐλέγχοντα αὐτοῦ τὴν ἀσέβειαν καὶ Οὐάλεντα νέον καὶ Ἰουλιανὸν ἀποκαλοῦντα αὐτόν· ὃν καὶ ἐν τῷ ῥεύματι ῥιφῆναι προσέταξεν, εἰ μὴ αἱ ἀδελφαὶ αὐτοῦ τοῦτον ἁρπάσασαι ἐν τῷ ἐμπορίῳ τῶν Λευκαδίου ἔθαψαν. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ. κβʹ. ηʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐφάνη δοκίτης κατὰ τὴν ἑῴαν· καὶ ἀνῃρέθη ὁ υἱὸς τῆς Φατίμας. οἱ δὲ Βούλγαροι ἐπαναστάντες ἐφόνευσαν τοὺς κυρίους αὐτῶν τοὺς ἀπὸ σειρᾶς καταγομένους, καὶ ἔστησαν ἄνδρα κακόφρονα, ὀνόματι Τελέτζην, ἐτῶν ὑπάρχοντα λʹ. Σκλάβων δὲ πολλῶν ἐκφυγόντων, προσερρύησαν τῷ βασιλεῖ, οὓς κατέστησεν ἐπὶ τὸν Ἀρτάναν. τῇ δὲ ιʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθεν ὁ βασιλεὺς ἐπὶ τὴν Θρᾴκην ἀποστείλας καὶ πλώϊμον διὰ τοῦ Εὐξείνου Πόντου ἕως 433 ωʹ χελανδίων ἐπιφερομένων ἀνὰ ιβʹ ἵππων. ὁ δὲ Τελέτζης ἀκούσας τὴν διὰ γῆς καὶ θαλάσσης κατ' αὐτοῦ κίνησιν, λαβὼν εἰς συμμαχίαν ἐκ τῶν προσπαρακειμένων ἐθνῶν χιλιάδας κʹ καὶ τούτους εἰς τὰ ὀχυρώματα στήσας ἠσφαλίσατο ἑαυτόν. ὁ δὲ βασιλεὺς ἐλθὼν ἠπλήκευσεν εἰς τὸν κάμπον Ἀγχιάλου· καὶ τῇ λʹ τοῦ Ἰουνίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ εʹ, ἐφάνη Τελέτζης μετὰ πλήθους ἐθνῶν ἐρχόμενος, καὶ συμβαλόντες πόλεμον κόπτουσιν