τοῦ φορῶ τὸ φοραίνω, καθὰ πολλαχοῦ φαίνεται. ἴσως δὲ καὶ ἀπὸ τοῦ γοῶ γόημι, ὡς ἱστάω ἱστῶ ἵστημι. [(ῃ. 488) Ἰστέον δὲ καί, ὅτι ἐν τῷ εἰρημένῳ χωρίῳ κεῖται καὶ προθέσεως ἔλλειψις ὁμοία τῇ ἀκόντισεν ὁ δεῖνα τοῦ δεῖνα, ὃ προδεδήλωται. φησὶ γὰρ ὅτι Πηνέλεος ὡρμήθη Ἀκάμαντος, ἤγουν ὥρμησε κατὰ τοῦ Ἀκάμαντος.] (ῃ. 508- 10) Ὅτι καὶ ἐνταῦθα Μουσῶν ἐπίκλησις ἐν τῷ «ἔσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ' ἔχουσαι, ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν ἤρετο», ἢ ἤρατο, «ἐπεί ῥ' ἔκλινε μάχην» ὁ Ποσειδῶν, προοιμιαζομένου οἷον ὡς ἀπό τινος ἀρχῆς τοῦ ποιητοῦ διὰ τὴν τῆς μάχης καινότητα, ἥτις γέγονε τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. Καὶ σημείωσαι, ὅτι μέλλων εἰπεῖν· ἔσπετέ μοι Μοῦσαι, τίς πρῶτος Ἀχαιῶν ἀνεῖλε Τρωϊκὸν ἄνδρα, ὁ δὲ τοῦτο μὲν σιγᾷ, ἐρωτᾷ δὲ ὡς παρακολουθοῦν τό· τίς πρῶτος ἐσκύλευσεν, ἵνα οὕτω μέγα δείξῃ τὸ τρόπαιον, εἰ καὶ ὡς ἐν ἀδείᾳ πολλῇ ἐσκυλεύοντο οἱ πίπτοντες. (ῃ. 509) Λέγει δὲ βροτόεντα μὲν τὰ ἐκ βροτῶν λαμβανόμενα ἢ τὰ ἔχοντα βρότον, ἤγουν μολυσμὸν τὸν ἐξ αἵματος, ἀνδράγρια δὲ σκῦλα τὰ παρὰ ἀνδρῶν ἢ ἀπὸ ἀνδρῶν ἀγρευόμενα ἢ ἀγειρόμενα. ξένη δέ, φασίν, ἡ λέξις ἅπαξ ῥηθεῖσα. παρῆκται δὲ καθ' ὁμοιότητα τοῦ βοάγρια, ζωάγρια, μοιχάγρια. (ῃ. 510) Τοῦ δὲ ἤρατο ἢ ἤρετο, τοῦ μὲν τὸ πρῶτον ἠράμην, ὅθεν καὶ τὸ «ἠράμεθα μέγα κῦδος», τοῦ δὲ ἤρετο, οὗ χρῆσις καὶ ἐν τῷ «τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων», πρῶτον πρόσωπον ἠρόμην, ὡς καὶ τοῦ εὕρετο τὸ εὑρόμην, οἷον «ἀλλὰ ταῦθ' ἅπαντα σοῦ θανόντος εὑρόμην». Τὸ δὲ «ἔκλινε μάχην» ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ ἑτεροκλινῆ φάναι νίκην, ἣν ὁ ποιητὴς 3.686 ἑτεραλκέα λέγει, ὡς ἐκ διαδοχῆς, φασίν, ἑτέροις ἀλκὴν περιποιοῦσαν, ἤγουν ἑνὶ τῶν δύο μερῶν. τοιοῦτον γὰρ τὸ ἕτερον, ἀφ' οὗ καὶ ἑτερομόλιος δίκη, ἐν ᾗ μὴ ἄμφω ἦλθον οἱ ἀντίδικοι, ἀλλ' ἕτερος, ὅ ἐστιν ἐκ τῶν δύο ὁ εἷς. Ὅρα δὲ καὶ ποικιλίαν ἐφεξῆς ἐνταῦθα ῥημάτων ἰσοδυνάμων, καὶ κατὰ ῥήτορας εἰπεῖν, ἐπίχυσιν, καὶ τούτων πρεπόντων ποιήσει. Αἴας μὲν γάρ, φησίν, οὖτα τὸν δεῖνα, Ἀντίλοχος δὲ τοὺς δεῖνα ἐξενάριξε, Μηριόνης δὲ τούσδε τινὰς κατέκτα, Τεῦκρος δ' ἑτέρους τινὰς ἐνήρατο, Ἀτρείδης δὲ τὸν δεῖνα οὔτασε κὰλ λαπάρην, ἤγουν κατὰ λαπάραν, ὃ διαφέρει τοῦ οὖτα κατὰ μόνον τὸ ἐντελές. ἐκεῖνο γὰρ ἀποκέκοπται, πλείστους δ' Αἴας εἷλεν ὁ τοῦ Ὀϊλέως. (ῃ. 511 ς.) Ἐν τούτοις δὲ καὶ Ὕρτιόν τινα ἱστορεῖ, Μυσῶν ἡγεμόνα, υἱὸν Γυρτίου, παρὰ ἓν γράμμα ὁμωνυμοῦντα τῷ πατρί, [ἐξ οὗ Γυρτιάδης εἴρηται.] (ῃ. 513-) Φιλοτιμεῖται δ' ἐνταῦθα καὶ ἄλλως τὸ ποικίλον. Ἀντίλοχον μὲν γὰρ καὶ τὸ αὐτοῦ ἔργον ἑνὶ περιέγραψε στίχῳ, οὕτω δὲ καὶ Μηριόνην καὶ Τεῦκρον, εἰς τὸν Τελαμώνιον δὲ δύο στίχους ἔγραψεν, εἰς δὲ τὸν Ἀτρείδην, ὃν οὐκ ἐδήλωσεν, ὁπότερος ἂν εἴη τῶν δύο, ἔοικε δὲ ὁ βασιλεὺς εἶναι, τέσσαρα ἐποίησεν ἔπη ἐμπλατυνάμενος, εἰς δὲ τὸν Λοκρὸν Αἴαντα στίχους τρεῖς, ὃν καὶ ἐσέμνυνεν, οὐ μέτρῳ τινὶ ὁρίσας τοὺς ὑπ' αὐτῷ πεσόντας, ἀλλὰ πλείστους ἐκείνους εἰπών, (ῃ. 521 ς.) προσθεὶς καὶ αἰτίαν ταύτην «οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὦρσε». Καὶ ἔστι τὸ τρεσάντων ἀντὶ τοῦ εἰς φυγὴν τραπέντων, ὡς δηλοῖ τὸ «ἐν φόβον ὦρσεν», ὅ ἐστι φυγήν. Ὅθεν καί τις ἐν Ἀθηναίοις ἐπὶ δειλίᾳ κωμῳδούμενος τρεσᾶς ἐκαλεῖτο, καθὰ καί τις ἕτερος, διάρροιαν πάσχων γαστρός, χεσᾶς ἐλέγετο. Μήποτε δὲ οὐ μέγας ὁ τοῦ Λοκροῦ Αἴαντος ἔπαινος ἐνταῦθα. οὐ γὰρ ἀνθισταμένους ἀλλὰ τρέσαντας ἔρριπτεν ἐπικαταλαμβάνων αὐτούς, εἰ καὶ τὸν περὶ ψυχῆς ἔθεον, διὰ τὸ ταχὺς εἶναι. διὸ καὶ τελευταῖον αὐτὸν ὁ ποιητὴς ἔθετο, προτάξας μὲν τὸν μέγαν Αἴαντα, ὑποτάξας δὲ τὸν μικρόν. ἴσως δὲ οὐδὲ τὸ τοῦ Σαλαμινίου ἔργον μέγα νῦν ἐστιν, οὐ γὰρ αὐτὸς τρέψας ἀναιρεῖ, ἀλλὰ τοῦ Ποσειδῶνος κλίναντος τὴν μάχην. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν Λοκρὸς οἷα ποδώκης πλείστους φεύγοντας εἷλεν, ὁ δὲ μέγας Αἴας, ὡς βαρὺς κινεῖσθαι, ἕνα μόνον οὔτασεν, οἱ δὲ λοιποὶ ἀνὰ δύο. εἰ δὲ καὶ ὁ βασιλεὺς ἕνα ῥίπτει, ἀσθενῶς ἔχων ἐκ τῆς πληγῆς, ἀλλ' ὁ ποιητὴς μεγεθύνει τῇ φράσει καὶ τὴν τοῦ ἑνὸς πτῶσιν, πλατύτε 3.687 ρον αὐτὴν ἐξαγγείλας, ὡς εἴρηται. Σημείωσαι δὲ καὶ ὡς ἐν μὲν τοῖς