207
ἀναγορεύουσιν ἅμα Βουλουσιανῷ τῷ ∆εκίου παιδί· οἳ καὶ βασιλεύουσι κατὰ ∆έξιππον μῆνας ιηʹ, πράξαντες οὐδὲν ἀξιόλογον, κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ, καὶ καθ' ἑτέρους ἔτη βʹ. ἐσφάγη σάν τε προδοθέντες ὑπὸ τῆς ἰδίας δυνάμεως ἐν ἀγορᾷ Φλαμενίου τῆς αὐτῆς κακοτροπίας ἐχόμενοι τῷ ∆εκίῳ, ὥς πού φησιν ὁ μακάριος Ἀλεξανδρείας ἐπίσκοπος ∆ιονύσιος Ἑρμάμμωνι γράφων περὶ τοῦ Γάλλου· ἀλλ' οὐδὲ ἐκεῖ νος ἔγνω τὸ ∆εκίου κακὸν οὐδὲ προεσκόπησε τί ποτε ἐκεῖνος ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὐφραινομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγ μάτων καὶ τοὺς ἱεροὺς ἄνδρας τοὺς περὶ τῆς εἰρήνης αὐτῷ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεὸν ἡμῶν ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξε καὶ τὰς ὑπὲρ αὐτοῦ προσευχάς. Τούτοις τοῖς χρόνοις ὁ μέγας καὶ θαυματουργὸς Γρηγόριος ἐν τελειότητι τῆς κατὰ Χριστὸν φιλοσοφίας διέλαμπεν, οὗ μνήμην ἁρμόζουσαν ὁ Και σαρείος Εὐσέβιος οὐκ οἶδα τίνος ἕνεκα, καίπερ Ὠριγένους τοῦ δυσσεβοῦς 460 ἀλόγοις ἐνδιατρίψας ἐγκωμίοις, οὐ πεποίηται, τοῦ καθ' ὅλης τῆς οἰκου μένης ἐξηχουμένου θείοις τε λόγοις καὶ τέρασιν ἐξαστράπτοντος, ὡς καὶ αὐτοῖς δαίμοσι προστάττειν οἷά τισιν ἀνδραπόδοις διὰ πολλὴν πρὸς θεὸν παρρησίαν καὶ βίου καὶ λόγου καθαρότητα. νομίζω δὲ τὸν Εὐσέβιον τὸ τῆς θείας ἀρετῆς τοῦ θαυματουργοῦ καὶ θεοφόρου Γρηγορίου μέγεθος σιω πῆσαι διὰ τὸ πανταχοῦ τῶν δογμάτων ἀκέραιον καὶ ἀλλότριον τῶν Ὠριγένους ληρημάτων καὶ τῶν Ἀρείου βλασφημιῶν, οἷς Εὐσέβιος ἐλελώβητο. Ὁ αὐτὸς Εὐσέβιος καὶ τὸ Κυπριανοῦ τοῦ μεγάλου Καρθαγένης τῆς κατὰ Λιβύην ἐπισκόπου καὶ μάρτυρος σεσίγηκε μαρτύριον, κατὰ Γάλλον καὶ Βουλουσιανὸν εἰσάγων αὐτὸν περιεῖναι τῷ βίῳ καὶ τὴν ἐν Καρθαγένῃ σύν οδον συστησάμενον κατὰ τῶν μὴ δεχομένων τινὰς τῶν ἐξ αἱρέσεων ἀνα βαπτίζεσθαι, παλαιοῦ, φησίν, ἔθους κεκρατηκότος ἐν τῇ ἐκκλησίᾳ μόνῃ τῇ διὰ τῶν χειρῶν ἐπιθέσει τούτους καθαίρειν καὶ εὐχῇ. ὁ δέ γε θεολογι κώτατος Γρηγόριος ὁ Ναζιανζοῦ ἐν τῷ εἰς Κυπριανὸν λόγῳ κατὰ ∆έκιόν φησιν αὐτὸν τελειωθῆναι. Κατὰ τὸν Γάλλου χρόνον ἑβδομηκοστὸν ἄγοντα ἔτος λέγει τεθνάναι τὸν Ὠριγένην Εὐσέβιος, προστεθεικότα δηλονότι τὸν ψυχικὸν θάνατον τοῖς τῆς ἀσεβείας δόγμασι. Πρῶτον Κυπριανῷ δογματίσαντι διὰ λουτροῦ τινας τῶν ἐξ αἱρέσεων ἐπιστρέφοντας ἀποκαθαίρεσθαι Στέφανος μετὰ Λούκιον τὸν Ῥωμαίων διέπων θρόνον ἀντέπεσεν ὡς νεώτερόν τι παρὰ τὴν κρατήσασαν καινοτο μοῦντι συνήθειαν. Στεφάνῳ τούτῳ Ῥώμης ἐπισκόπῳ τὴν πρώτην περὶ βαπτίσματος ὁ μέγας ἐπιστέλλει ∆ιονύσιος, καὶ αὖθις περὶ τοῦ κατὰ Κυπριανὸν δόγματος παραινεῖ πλεῖστα γράφων, τῶν ἁπανταχοῦ ἐκκλη σιῶν εἰρηνευουσῶν ἐκ τῆς Ναυάτου δυσχερείας καὶ αὐτὸν εἰρηνεύειν, οὕτως γράφων ἑξῆς· 461 Ἐκ τῆς ∆ιονυσίου ἐπιστολῆς περὶ βαπτίσματος πρὸς Στέφανον ἐπίσκοπον Ῥώμης παραινετική Ἴσθι νῦν ἀδελφὲ ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ' ὑπερβολὴν ἐπὶ τῇ παρὰ προσ δοκίαν εἰρήνῃ γενομένῃ, ∆ημητριανὸς ἐν Ἀντιοχείᾳ, Θεόκτιστος ἐν Και σαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, Μαρῖνος ἐν Τύρῳ κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρους, Ἕλενος ἐν Ταρσῷ καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα Καπ παδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ μήτε βάρος ἅψω τῷ λόγῳ. αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς ἐπεστείλατε ἥ τε Με σοποταμία Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι εἰπεῖν ἀγαλλιῶνται πᾶσαι πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελφίᾳ δοξάζοντες τὸν θεόν. ταῦτα μὲν ὁ ∆ιονύσιος δυσὶν ἔτεσι προστάντι Στεφάνῳ τῆς ἐκκλησίας Ῥώμης καὶ τελευτήσαντι γράφει καὶ ἄλλα τούτοις ὅμοια κατευνάζων πρὸς εἰρήνην. Ξύστῳ δὲ μετὰ Στέφανον τὸν θρόνον