207
ὃ καὶ αὐτὴ ποιήσω, σοὶ θήσω φανερόν. πᾶσαν γὰρ αἰδῶ καὶ γυναικείαν ἀσθένειαν ἀποθεμένη καὶ τῶν τοῦ σωφρονεῖν ὥσπερ λογισμῶν ὑπὸ μεγέθους ἐκτραπεῖσα τῶν κακῶν, κατὰ μέσην τὴν πόλιν γενομένη καὶ ἀναθεῖσα ἑαυτὴν ἐπί τινος μετεώρου, ἵν' ἑξῇ διὰ πάντων ἐξικνεῖσθαι τὴν φωνὴν, ὄρθιον βοήσομαι καὶ μεγαλοφωνότατον· ἄνδρες Ῥωμαῖοι, μᾶλλον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι πάντες, εὖ ἴστε, ὡς πάντα ἀπόλωλε καὶ διέ 2.37 φθαρται, καὶ οὔτε φιλίας χάρις οὐδεμία κεῖται παρ' ἀνθρώποις, οὔτ' ἀληθείας μέλει καὶ δικαιοσύνης οὐδενί· λογισμῶν τε στεῤῥότης οἴχεται ἐκ τῶν ἀνθρώπων καὶ συλλήβδην πάντα ἀγαθὰ, εἰ δὴ ὁ μέγας δομέστικος ὥσπερ ἔκ τινος ἀντιπνοίας ἐναντιώτατος ἑαυτῷ φανεὶς καὶ τῆς μὲν φιλίας ἐπιλελησμένος βασιλέως, ἀμελήσας δὲ καὶ τῆς αὐτῷ προσηκούσης ἀληθείας καὶ δικαιοσύνης καὶ φιλοτιμίας τῶν καλῶν, αὐτὸς μὲν ἐσκέψατο ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ἐμὲ δὲ καὶ παῖδας τοὺς ἐμοὺς πολλῆς νυνὶ τῆς κηδεμονίας δεομένους ὥσπερ τι βάρος ἀνόνητον ἀπεῤῥίψατο καὶ κατέλιπεν, ὥσπερ ἀγνοήσας, εἰ δήποτε καὶ μορφὴν ἡμῶν ἔγνω ἢ ἀκοῇ παρειλήφει τὰ καθ' ἡμᾶς. οὕτω δὲ τὸ ἄφιλον τῆς σῆς γνώμης καὶ ἄστατον καὶ ἀβέβαιον στηλιτεύσασα, εἴ γε συμβαίη, καὶ τεθνήξομαι ἡδέως, παρὰ σοῦ δίκας ἀρκούσας ἐμοὶ λαβοῦσα. ἐπὶ τούτοις δὲ πᾶσιν αὖθις σοῦ δέομαι, μηδὲν παρενοχλεῖν, ἀλλὰ τῶν τε λόγων ἀποσχέσθαι τουτωνὶ καὶ τὰ δέοντα ποιεῖν, ὥσπερ ἐξαρχῆς ἐχόμενον τῶν πραγμάτων. εʹ. Τοιαῦτα μὲν ἀπεκρίνατο ἡ βασιλὶς ἐξ ἄγαν ἀλγούσης καὶ ὀδυνωμένης ψυχῆς. ὁ μέγας δὲ δομέστικος ὥσπερ ἐλεγχόμενος αὐτὸς ὑφ' ἑαυτοῦ, ὡς δίκαιά τε ὁμοῦ καὶ προσήκοντα ἐφθέγξατο, καὶ μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν ἐναργῆ τῆς ἀληθείας, πρὸς πατριάρχην μὲν ἐφθέγξατο οὐδὲν, παραλαβὼν δὲ αὐτὸν, εἴσεισιν εἰς βασιλίδα. ἡ 2.38 μὲν οὖν εὐθὺς ὡς εἶδε, λύπῃ κάτοχος γεγενημένη, δάκρυσι περιεῤῥεῖτο καὶ ἐθρήνησεν ἐφ' ἱκανὸν, τῆς ἔνδον ἀλγηδόνος ἐναργῆ τεκμήρια τὰ δάκρυα παρεχομένη. ἐπεὶ δὲ ἐπαύσατο, λόγου πρὸς αὐτὴν ὁ μέγας δομέστικος ἤρχετο τοιοῦδε. «ἔθος ἐστὶ τοῖς ἀγαθοῖς ἀνδράσιν, ἐπειδὰν αὐτοῖς τινες χρήσωνται διαλλακταῖς ἢ πρὸς φίλους καὶ οἰκείους, ἐάν τι πρὸς αὐτοὺς διενεχθῶσιν, ἢ καὶ πρὸς ἄγαν πολεμίους, τὰ μὲν σκληρὰ τῶν ἀποκρίσεων καὶ ὅσα μάλιστα δυνατὰ, τήν τε εἰρήνην διαλύειν καὶ διερεθίζειν τὸν ἀκούοντα πρὸς ὀργὴν, ταῦτα μὲν συγκαλύπτειν καὶ παριέναι σιγῇ· ὅσα δὲ προσηνῆ καὶ ἥμερα καὶ ἱκανὰ πρὸς διαλύσεις, τὰ τοιαῦτα ἀπαγγέλλειν, οὐκ ἐλάττω ἢ ὅσα ἤκουσε προστιθέντα καὶ παρ' ἑαυτοῦ. ὥσπερ αὖ πάλιν οἱ τοὺς τρόπους μοχθηροὶ καὶ συγκρούειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους ᾑρημένοι, τὰ πρὸς ὀργὴν μὲν ἀπαγγέλλουσι μετὰ προσθήκης, ὅσα δὲ πρὸς διαλλαγὰς ἐπιτήδεια καὶ συμβάσεις, σιωπῶσι. νυνὶ δὲ δὴ καὶ αὐτὸς τῷ πατριάρχῃ μηνυτῇ χρησάμενος τῶν λόγων τῶν ἐμῶν καὶ πάλιν δι' αὐτοῦ τὴν γεγενημένην ἀπολογίαν παρὰ σοῦ μεμαθηκὼς, ἔδεισα μὴ τὴν ἐμὴν ψυχὴν, οἰδαίνουσαν καὶ φλεγομένην ὑπὸ λύπης, ἀναψύχειν βουλόμενος καὶ καταστέλλειν, τοιαῦτα ἐφθέγξατο ἥμερα καὶ προσηνῆ. πρὸς σὲ δὲ οὔτε τοὺς ἐμοὺς ἀκεραίους διεσώσατο λόγους, μήτ' αὖ πάλιν οἵας ἔτυχεν ἀπολογίας ἀπήγγειλε καὶ πρὸς ἐμέ. ἀλλ' ἀνθ' ἑτέρων 2.39 ἕτερα εἰπὼν, νῦν μὲν διαλλάξει πρὸς καιρὸν, ὕστερον δὲ ὀλίγῳ μείζω καὶ βαρυτέραν κατασκευάσει γενέσθαι τὴν διαφοράν. οὗ δὴ ἕνεκα καὶ αὐτὸς, εἰ τοιαῦτα ὄντως εἴρηται παρὰ σοῦ, δεῖν ἔγνων ἀκριβῶς μαθεῖν, ὡς ἂν εἰδείην, ᾗ χρὴ καὶ περὶ τῶν ἐπιλοίπων ποιήσασθαι τοὺς λόγους.» καὶ πάντα διεξελθὼν, ὅσα πατριάρχης πρὸς αὐτὸν διαλεχθείη, ἐπυνθάνετο αὐτῆς, εἰ καὶ αὐτῇ τοῦτον εἴρηται τὸν τρόπον. ἐφ' ἅπασι δὲ συντιθεμένης ὡς ὀρθῶς καὶ ἀληθῶς γεγενημένοις, «οὐκοῦν,» εἶπεν «εἰ καὶ πρὸς τὰ ἐπίλοιπα τραχέως δόξω προσφέρεσθαι καὶ ἀπερισκέπτως, μηδεμίαν ἐμοῦ καταγινώσκειν μήτ' ἀπειροκαλίαν, μήτ' αὐθάδειαν καὶ θρασύτητα τῶν τρόπων ἀξιῶ, ἀλλ' εἴ τις προσείη καὶ τοῖς λόγοις ἀταξία, ἐκείνην μὲν προσλογίζεσθαι τῶν πραγμάτων τῇ ἀνάγκῃ, ἐμοὶ δὲ παρέχεσθαι συγγνώμην ὡς ὑπ' αὐτῶν βιαζομένῳ. ἐγὼ νομίζω πάντα ὁντινοῦν, ὅστις μέλλει