207
σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε 2.30 ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς επειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος." ταύτην τὴν ἐπιστολὴν οὐκ εφθη ζῶντος Γαΐου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ ουτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. ̔Ο μὲν ουν Γάιος κάκιστος γεγονὼς ωλετο ἐξ ἐπιβουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ' ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, οτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ηδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ ̓Αγρίππα σπουδάσαντος. αρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ ̓Αγρίππᾳ καὶ δι' ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ εθετο πᾶσαν ης ηρξεν ̔Ηρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ ̔Ηρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς ̓Αλεξανδρεῖς οἱ ἐκεῖ ̓Ιουδαῖοι. ον γὰρ ειρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαΐου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει ̔Ελλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ησαν ἐν οπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αιγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, επεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν ̓Αγρίππου τε καὶ ̔Ηρώδου εἰς Συρίαν καὶ εἰς ̓Αλεξάνδρειαν καὶ εἰς τὴν αλλην οἰκουμένην οση ̔Ρωμαίοις ὑπήκοος, φράζον οτι "τῶν ̓Ιουδαίων ἀνέκαθεν 2.31 ισης πολιτείας τοῖς ̓Αλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας οτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ ̓Ιουδαίων εθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ εθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς ̓Ιουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων ̓Αγρίππου καὶ ̔Ηρώδου τῶν φιλτάτων μοι." ἐξέπεμψε δὲ καὶ ̓Αγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς ̔Ιεροσόλυμα χαριστήρια εθυσε, καὶ τὴν χρυσῆν αλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ οτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας ουν πολυτελῶς, Θεόφιλον μὲν τὸν Αννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ῳ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ' ησαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, ου τῇ θυγατρὶ ὁ βασιλεὺς ̔Ηρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ' ̔Ιεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ιππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ανδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι ∆ωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν ̓Ιουδαίων συναγωγὴν κομίσαντες εστησαν. τοῦτο τὸν ̓Αγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύοντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν ∆ωριτῶν. ὁ δ' ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ' αὐτὸν ἀχθῆναι προσ2.32 έταξε, τοῖς δὲ τῶν ∆ωριτῶν αρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. ̓Αγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, ̓Ιωνάθην αυθις ἐπ' αὐτὴν ηγε τὸν ̓Ανανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων απαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς αξιον τῆς τιμῆς. πεισθεὶς ουν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ ̓Αγρίππου ιππαρχος, πεποιθὼς οις ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ην φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην αγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς ουν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ ̓Αγρίππας διέκειτο. τοῦ