207
χυτρόπους. Ετοιμον. πρόχειρον. †ο σημαίνει τὸν ανεμον.† ̓Ετώσιον. τὸ μάταιον. ἀπὸ τοῦ ἀήτης, ἡ γενικὴ ἀητῶν, καὶ ἐτῶν, ἀποβολῇ τοῦ α καὶ συστολῇ τοῦ η. ἐξ ου κατὰ παραγωγὴν ἐτώσιον. αἱ γὰρ παραγωγαὶ γίνονται καὶ ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν. ὡς τὸ ἀνέμων ἀνεμώλιος. ουτως ουν ἐκ τοῦ ἐτὸς ὀνόματος, ο σημαίνει τὸ ἀληθὲς, γέγονεν ἐτώσιον τὸ μάταιον, κατὰ ἀντίφρασιν. ̔Ετερόστοιχον. τὸ ἀσύμφωνον. τοῦ Ψελλοῦ· καὶ πάλιν τὸ ἀσύμφωνον ἑτερόστοιχον λέγε. Ετνοσ. τοῦ Ψελλοῦ· ετνος δὲ ῥόφημα ἐστὶν ἐξ ἀλεύρων παντοίων. ( ̔Ρῆμα.) ̔Εταιριζομένη. ἐρεθιζομένη. προσηνωμένη. πορνικῶς βλέπουσα. ̔Εταιρίζειν. πορνεύειν. epsilon.893 ̔Εταιρισάμενοσ. συνεργήσας η φιλιωθείς. ̓Εταινίωσε. περιείλησε, συνέσφιγξεν. ὁ δὲ κατεταινίωσε τὸ τραῦμα τῇ ζώνῃ. καὶ ἐταινίωσεν ἀντὶ τοῦ ἐστεφάνωσεν. ταινία γὰρ ὁ στέφανος. ̓Ετέθησαν. ὑπέκυψαν, ἐπείσθησαν. οἱ δὲ τῇ τοῦ βασιλέως ἐτέθησαν βουλῇ. ̓Ετελέσθησαν. ἐμιάνθησαν, μετέσχον τῆς μιαρᾶς θυσίας, ἐκοινώνησαν. ∆αβίδ· ἐτελέσθησαν τῷ Βεελφεγώρ. ̔Ετεροιῶ. τὸ μεταβάλλω. Ετελλεν. ελεγεν. ̓Ετεχνίτευε. μετὰ τέχνης καὶ δόλου ἠρεύνα. ̓Ιώσηπος· ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προέχει κατ' ἀρετήν. ̓Ετετρήχει. ἐτετράχυτο. Ετειρε. κατεπόνησεν, ἐδάμασεν. ̓Ετειχηροῦντο. τοῖς τείχεσι περιετειχίζοντο. περιεκλείοντο. ἐντὸς δὲ τοῦ τάφρου καὶ τοῦ ἐρύματος ἐτειχηροῦντο. epsilon.894 Ετασον. ἐρεύνησον. ̓Εταλάνισα. αθλιον ἀπεκάλεσα. ἐθρήνησα. ̓Ετίθετο. προσέκειτο, προσεῖχεν. οὐδὲ τῇ οψει τῶν ὀνείρων προσέκειτο η ἐτίθετο. ̓Ετιμήσατο. ἐξηριθμήσατο. ἐτιμήσατο δὲ τὴν ζωὴν αὐτοῦ ὁ βάρβαρος λιτρῶν τριακοσίων. ̓Ετιμήσαντο. ἀντὶ τοῦ ἐζημίωσαν η κατεδίκασαν. τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη. ̓Ετιμήσασθε. ἠγοράσασθε. Θουκυδίδης· ην ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. ̓Ετιθηνήσατο. ἐγαλούχησεν, εθρεψεν. ̓Ετισάμην. ἐτιμωρησάμην. Ετισαν. εδωκαν. ἀνθ' ων οἱ Φωκεῖς ετισαν δίκας βαρυτάτας. Ετλησ. ὑπέμεινας. ̔Ετοιμάσατε. εὐτρεπίσατε. γέγονε παρὰ τὸ ετοιμος. Ετορεν. ἐτρύπησεν. ̓Ετόπασεν. ὑπενόησεν. ἐνόμισεν. epsilon.895 ̓Ετραχηλίασεν. ἀντὶ τοῦ κατισχυρεύσατο. η ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων ἀπὸ τοῦ τραχήλου τὸν ζυγόν. ̓Ιώβ· εναντι κυρίου παντοκράτορος ἐτραχηλίασεν. ̓Ετρίβετο. ὑπερετίθετο, ἀνεβάλλετο. μέχρι πολλοῦ διαφερομένων ἐτρίβετο ἡ προσβολή. Ετρυχεν. ἐδάμαζεν. ̓Ετρύχωσεν. ἐξέτριψεν. ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἐτρύχωσεν αὐτοὺς ἀλγεινότατα. η ετρυχεν. ̓Ετύγχανε. χωρὶς τῆς μετοχῆς σπανίως εὑρεθείη. ̓Ετυρώθη. ἐσκληρύνθη. ∆αβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. ̓Ετύθη. ἐσφαγιάσθη. ̓Ετύχθη. κατεσκευάσθη. ὑπέρμορα νόστος ἐτύχθη. ἀπὸ τοῦ τεύχω, κατ' ελλειψιν τοῦ ˉε. ὡς καὶ τό· τυκτὸν κακὸν ἀλλοπροσάλληλον. καὶ τό· γυναικὸς αρ' αν τέτυξο. τὸ δὲ ῥῆμα τὸ τεύχω ἀποβολῇ πολλάκις τοῦ ˉυ, τοῦ ˉε μόνου μένοντος. epsilon.896 ̓Ετώθαζον. εσκωπτον, ἐχλεύαζον. καὶ ἐτώθασαν ἀντὶ τοῦ ἐκαυχήσαντο. Εταξαν. ἀντὶ τοῦ οιον ἀφώρισαν. τοῦτον τὸν βίον ειλοντο. ουτως ὁ ̓Απόστολος· καὶ εἰς διακονίαν τοῖς ἁγίοις εταξαν ἑαυτούς. ̓Ετυμπανίσθησαν. ἀπετμήθησαν. η εἰς ῥόπαλον ἀπέθανον. ὁ ̓Απόστολος· αλλοι δὲ ἐτυμπανίσθησαν. ( ̓Επίῤῥημα.) ̔Ετέρωθεν. ἀλλαχόθεν, ἐν ἑτέρῳ τόπῳ. τὸ προτέρωθεν καὶ ἑτέρωθεν διὰ τοῦ ω μεγάλου. δεῖ γινώσκειν, τὸ εκτοσθε καὶ προτέρωθε καὶ τὰ ομοια χωρὶς τοῦ ν γράφεται, εἰ μὴ φωνῆεν ἐπιφέρει. ̔Ετέρωσε. ἀλλαχόθεν η εἰς ετερον μέρος. ̔Ετεροίωσ. ἀλλοίως. ̔Ετεραλκέωσ. ἑτεροκλινῶς. Ετι. σὺν τούτοις, η ἀκμήν. παρέλκει ἀεὶ παρὰ τοῖς ̓Αττικοῖς. ̓Αριστοφάνης· ην ουν ἐμοὶ πείθεσθε, σωθήσεσθ' ετι. ̔Ετοίμωσ. προχείρως. ἐτύμως δὲ, ἀντὶ τοῦ ἀληθῶς, ψιλόν. ̓Ετόσ. μάτην. παρέργως. epsilon.897 Τὸ Ε μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Εὐάγριασ. κύριον. ουτος εγραψε διάφορα καὶ ὑπομνήματα εἰς τὰς παροιμίας Σολομῶντος. Εὐαγήσ. καλῶς περιηγμένος, η μεταφορικὸς, κύκλος. Εὐαγῶν. μεγάλων. Εὐαρίθμητοι. ὀλίγοι. Ευγνωστοσ. καλῶς γινωσκόμενος. Εὐγηρότατοσ. εντιμος, καλὸς, γέρων. ἀξιότιμος. Ευγνωστοσ. φανερός. Εὐδαίμων. ὁ κατ' ἀρετὴν ἐνεργῶν, εὐτυχὴς, ὁ μακαριστός. Εὐδιαῖοσ. χειμάῤῥους, καὶ τρῆμα τῆς