207
βασιλείαν αὐτοῦ, κατορ θῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Οὕτω τὰ περὶ τοῦ ∆εσπότου Χριστοῦ προθεσπίσας ὁ λόγος, περὶ τῶν ἐν μέσῳ γενομένων διεξέρχεται βασιλέων. λαʹ-λδʹ. "Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νό μον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν. Ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐν τολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν· καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐ τῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐ τοῦ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου." Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβα λῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν ∆αβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκε δάσω ἀπ' αὐτοῦ, τουτέστι τοῦ ∆αβὶδ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Τὸ ἀδικήσω, παραβήσομαι ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύ λας, οὐ ψεύσομαι. [Οὐδ' οὐ μὴ ἀδικήσω, ἀντὶ τοῦ, Οὐ μὴ παραβιβάσω, οὐδ' οὐ μὴ ψεύσομαί μου τὰς ἐπαγγελίας.] λεʹ. "Οὐδ' οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω." Οὐ ψεύσομαί μου τὰς ἐπαγγελίας, οὐ παραβήσομαι τὰς συνθήκας, ἀλλὰ δείξω τῶν ὑπο σχέσεων τὴν ἀλήθειαν. [ὅτε ὁ ἐμὸς υἱὸς ὁ συν άναρχός μοι καὶ συναΐδιος ἐκ ∆αβὶδ σαρκωθῇ· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς]. λʹ. "Ἅπαξ ὤμοσα τῷ ἁγίῳ μου, εἰ τῷ ∆α βὶδ ψεύσομαι." Βεβαίαν γὰρ πρὸς αὐτὸν ποιησάμε νος τὴν ὑπόσχεσιν, ἐπιθήσω ταύτῃ τὸ πέρας· τὸ γὰρ ὤμοσα ἐπὶ τοῦ βεβαίου τέθεικεν, ὡς τῶν ἐπαγ γελλομένων ὅρκῳ βεβαιούντων τὰς ὑποσχέσεις. λζʹ, ληʹ. "Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." Ἀντὶ τοῦ ὁ μάρτυς, ὁ Σύμμα χος ὁ διαμαρτυράμενος τέθεικε. Καὶ ἐν τῷ ἑβδο μηκοστῷ καὶ πρώτῳ ψαλμῷ ὁ μακάριος ∆αβὶδ πε ρὶ τοῦ ∆εσπότου Χριστοῦ προηγόρευσε· "Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ συμπαρα 80.1593 μενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γε νεῶν." Ἐπειδὴ γὰρ ὁ ἥλιος τὸν χρόνον μετρεῖ σθαι ποιεῖ ἀνίσχων τε καὶ δυόμενος, καὶ ἡμέραν καὶ νύκτα ποιῶν, διὰ τοῦ ἡλίου, τοῦ θρόνου τὸ ἀκα τάλυτον ἠβουλήθη δηλῶσαι, τὸ δὲ σπέρμα εἰς αἰῶ να διαθήσειν ὑπέσχετο. [Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρα νῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λό γοις, ὡς μόνος ὑπάρχων ἀψευδής. Οὕτω τὰς πρὸς τὸν ∆αβὶδ γεγενημένας ὑποσχέσεις εἰρηκότες, τὰς συμβάσας αὐτοῖς ὀλοφύρονται συμφοράς. λθʹ, μʹ. "Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας· ἀν εβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου." Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ δὲ αὐ τὸς ἀπεβάλου καὶ ἀπεδοκίμασας, ἐχολώθης πρὸς τὸν Χριστόν σου, εἰς κατάραν ἔδωκας τὴν συνθήκην τοῦ δούλου σου. Σὺ δὲ αὐτὸς, ὁ ἐκεῖ να παρέξειν ὑποσχόμενος, ἀπώσω μὲν τοὺς τοῦ ∆α βὶδ ἀπογόνους, καὶ εὐτελεῖς ἔδειξας, καὶ εἰς δουλείαν παρέδωκας, κατέλυσας δὲ τὴν τούτου βασιλείαν, καὶ τὰς γεγενημένας πρὸς τὸν σὸν θεράποντα συνθήκας διέλυσας. Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν κα λεῖ. Αἰχμάλωτοι δὲ ἀπηνέχθησαν οἱ δύο τοῦ ∆αβὶδ ἀπόγονοι, Ἰεχωνίας καὶ Σεδεκίας· εἰς τούτους δὲ κατέληξεν ἡ τοῦ ∆αβὶδ βασιλεία. Ζοροβάβελ γὰρ, ὁ μετὰ τὴν αἰχμαλωσίαν ἡγεμονεύσας, δημαγωγὸς ἦν, οὐ βασιλεύς. "Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγία σμα αὐτοῦ." Ἁγίασμα τὸν ναὸν καλεῖ, ὃν ἠβου λήθη μὲν ὁ ∆αβὶδ οἰκοδομῆσαι, ἐδείματο δὲ Σολομὼν μετὰ τὸν ∆αβίδ· τοῦτον λέγει βεβηλωθῆναι τῇ τῶν Βαβυλωνίων ἐφόδῳ, καὶ γενέσθαι προσόμοιον βο τάνῃ ἀνθούσῃ. Καταλυθεὶς γὰρ εἰς χῶμα κατέπεσε, καὶ χέρσῳ παραπλήσιος ἦν. μαʹ. "Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ." Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας. "Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν." Τοῖς γὰρ τῶν πόλεων περιβόλοις πάλαι θαῤῥῶν, ἐξέπεσε τοῦ θάρσους, καὶ δειλίαν περίκειται. μβʹ. "∆ιήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν." Μωαβῖται, Ἀμμανῖται, Ἀλλόφυλοι, Ἰδουμαῖοι, Σύροι, Ἀσσύριοι, Βαβυλώνιοι. "Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ." Ἐπίχαρτος ἐγένετο καὶ ἐπονείδιστος τοῖς ὁμόροις. μγʹ.