207
ἐχέγγυον τῆς πολιτείας σου ταύτης ἡ τῶν ἀδελφῶν ἐστι πρόσληψις· οὓς σκέπουσα νόμιζε Χριστὸν σκέπειν (δι' αὐτὸν γὰρ ἡ φυγαδεία), ἔχουσα καὶ τὴν οἴκοθεν ἀρετὴν εἰς κλέος σωτηρίας. ἐφ' ᾗ φυλαχθείης αὔξουσα ἔτι ἐν ἀγαθοῖς, φρουρουμένη θεοπρεπῶς, πρεσβυτικὴν ἀρετὴν προσφέρουσα Κυρίῳ ὡς ἡ ἀοίδιμος Ἄννα καὶ εἴ τις ἄλλη τῶν ἐπαινετῶν ἐν γήρει πίονι λατρευσασῶν θεῷ. 332 {1Συμεὼν μονάζοντι}1 ∆εξάμενος ἐπὶ χεῖρας τὴν τῆς ἁγιωσύνης σου ἐπιστολὴν καὶ ἀναγνοὺς καὶ διδαχθεὶς ἕκαστα τῶν συμβεβηκότων αὐτῇ τε καὶ τοῖς σὺν αὐτῇ ἁγίοις πατράσιν ἡμῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς διὰ τὴν ἁπάντων ἱερὰν φυγαδείαν καὶ ἀλλοδαπῇ μετανάστασιν καὶ πειραστικὴν καὶ θλιπτικὴν διὰ τῆς ὧδέ τε κἀκεῖσε ἀπαγωγῆς τε καὶ φρουρητικῆς παρὰ τῶν ἀθέων καταπράξεως, ὁμοῦ μὲν ἐστέναξα ὁ ταπεινός, εἰς οἷα ἤγαγεν ὁ χρόνος πειραστήρια τὰς ἐκκλησίας τοῦ θεοῦ κατασκοπῶν, ὁμοῦ δὲ ἐμακάρισα τὰ ἆθλα τῶν δεδιωγμένων ἕνεκεν Χριστοῦ, ἔπειτα καὶ σέ, τὸν ἄγγελον ἡμῖν γεγονότα ἁπάντων τῶν δραματουργηθέντων, οὐκ ἀποκνήσαντα πρός με τὸν οὐδενὸς ἄξιον καὶ χεῖρα ἐπὶ τὸ γράψαι δοῦναι καὶ ἰχνομυθῆσαι ὅλην τὴν τῆς κακώσεως ὑπόθεσιν. ἀνθ' ὧν εὐλογήσαι σε Κύριος στηρίξαι τε ἐπὶ πλέον καὶ βεβαιώσαι ἐν τῇ ἀμειλίκτῳ ἐνστάσει τῆς μαρτυρίας Χριστοῦ. Καὶ γὰρ ἔμαθον ὅτιπερ συμβαλὼν μετὰ τὴν ἔνστασιν τῷ ἀσεβάρχῃ Ἰωάννῃ οὐχ ὑπεστάλης οὐδὲ δεύτερος ἦλθες τῆς εἰς λόγους συμπλοκῆς, ἀλλὰ στερρῶς ἀντικαταστὰς περιεῖλες αὐτὸν καὶ ἀπεστομάτισας νεανικῶς λόγῳ ἀληθείας τῆς δοθείσης σοι ὑπὸ ἐνεργείας τοῦ Ἁγίου Πνεύματος. καὶ γὰρ οὐδὲ πάρεστιν ἐν τοῖς ἠπατημένοις δύναμις λόγου, ἐπεὶ μηδὲ φῶς οὐδὲ ἀληθείας ἀπόδειξις οὐδέ τι εὐθὲς οὐδὲ ὅσιον, ἐν σκότει διαπορευομένοις τῇ ἀσυνέτῳ καρδίᾳ καὶ μεμωραμένῃ σοφίᾳ, τἀληθὲς δὲ εἰπεῖν, ἀσοφίᾳ καὶ ἀμαθίᾳ καὶ τυφλότητι. ἓν δὲ μόνον καὶ πρῶτον καὶ τελευταῖον, ἡ ἐξουσία τοῦ σκότους· τοῦτο αὐτοῖς καὶ λόγος καὶ ὅρος καὶ πίστις καὶ δόξα καὶ ὅπλον. ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. τί γὰρ οὐκ ἔδρασαν ἀσεβές τε καὶ ἰουδαϊκόν; Χριστὸν ἐνύβρισαν, τὴν Θεοτόκον, τοὺς ἁγίους· ὧν γὰρ οἱ σωματικοὶ χαρακτῆρες ἀτιμάζονται, αὐτοῖς ἐκείνοις ἡ ὕβρις ἀναπέμπεται τοῖς πρωτοτύποις, καὶ διὰ τοῦτο εἰκότως Ἀντίχριστοι ῥηθεῖεν οἱ εἰκονομάχοι, ἐπειδὴ λέγει ὁ Θεολόγος καὶ εὐαγγελιστής, καὶ νῦν πολλοὶ Ἀντίχριστοι. Ταῦτα μικρὰ μὲν πρὸς τὴν σὴν σύνεσιν, τῆς ἀγάπης δὲ σύμβολα τῆς ἐν ἑνὶ φρονήματι καὶ μιᾷ ψυχῇ δοθείσης ἡμῖν ὑπὸ θεοῦ. ἀλλά μοι προσεύχου, ἀδελφὲ καλέ, τὰ ἴσα σοι ἐναθλεῖν, καὶ γνωρίσαι μοι πάλιν ἀξίωσον ὅπως σύ τε διάγοις καὶ ὅπως ἔχει καὶ ἕξει τὰ τῆς ἱερᾶς σου συνοδίας. 333 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ὅσον μὲν ἀπὸ γραμμάτων, οὐκ ἔμαθον τὰ τῆς ὑγείας σου. ἀλλὰ φεῦ τῶν ἁμαρτιῶν μου, ὅτι οὕτω γέγονεν· ἐδηλώθη γάρ μοι ὑπὸ τῶν ἀδελφῶν ἡ τούτων μεθ' ἑτέρων ἀπώλεια. καὶ ἴδε, τοῦ διαβόλου ἐνέργεια. ἀλλὰ δόξα τῷ θεῷ τῷ κρύψαντι αὐτὰ ἀπὸ τῶν κρατούντων· ἤμελλον γὰρ πολλοὶ κινδυνεύειν. ἀλλ' ὅτι καὶ οἱ ἴαμβοι συναπώλοντο, οὓς εὖ ποιῶν ἐμέτρησας κατὰ τῶν εἰκονομάχων (οὐ πάντως δὲ ἀμεταγράφους καὶ ἀπαρασημειώτους ἔμελλες αὐτοὺς πέμπειν), ταῦτα μὲν ἐλύπησεν ἡμᾶς, ὡς τὸ εἰκός. ἐγὼ δὲ ὁ ταπεινὸς καὶ αὖθις προσαγορεύω τὴν ἁγιωσύνην σου, γλιχόμενός σου τὸ τίμιον πρόσωπον (καὶ τίνος γὰρ πρὸ σοῦ; καὶ οὐχὶ ἀεί;), οὐ τοσοῦτον ἐκ φύσεως ὅσον ἐκ συμπράξεως, οὐ τῆς χαμόθεν ἐγειρομένης, ἀλλ' οὐρανόθεν ἐνεργουμένης ἐκ πρώτης βαλβῖδος σχεδὸν μέχρι τοῦ δεῦρο, ὡς ἴσασι πάντες καὶ ἐμόρφωσαν οἱ γεννήσαντες, εἴπω καὶ σωματικῶς καὶ πνευματικῶς. εἴη δὲ μένειν ἡμᾶς καὶ πρὸς τὸ ἑξῆς ὡσαύτως καὶ μή με διαιρεῖσθαί σου τῆς ἀρετῆς πλήθει τῶν ἁμαρτιῶν, ἐκ θείας φιλανθρωπίας συγκροτουμένους καὶ ἐντεύξεως τῶν εἰς φῶς ἐνεγκόντων. Τὰ μὲν δὴ τῆς εὐχῆς τοιαῦτα. τὰ δ' ἄλλα, οἷα καὶ ὅσα ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ στεναγμῶν καὶ ὀδυρμῶν ἄξια, ἤδη πάντως ἀκούοις· ἃ γὰρ οὐδὲ οἱ πάλαι αἱρετίσαντες ἔπραξαν κατὰ Χριστοῦ,