207
ἀλλήλους ἐπὶ πολύ, καὶ τραπεὶς Τελέτζης ἔφυγεν. ἐκράτησε δὲ ἡ μάχη ἀπὸ ὥρας εʹ ἕως ὀψέ, καὶ πολλὰ πλήθη Βουλγάρων ἀνηλώθησαν, πολλοὶ δὲ καὶ ἐχειρώθησαν, ἄλλοι δὲ καὶ προσερρύησαν. ὁ δὲ βασιλεὺς ἀρθεὶς τῇ τοιαύτῃ νίκῃ ἐθριάμβευσε ταύτην ἐπὶ τῆς πόλεως, ἀρματωμένος σὺν τῷ στρατῷ εἰσελθών, εὐφημούμενος ὑπὸ τῶν δήμων καὶ ξυλοπανδούροις σύρων τοὺς χειρωθέντας Βουλγάρους, οὓς ἔξω τῆς Χρυσῆς πόρτης ἀποτμηθῆναι ἐκέλευσεν ὑπὸ τῶν πολιτῶν. τὸν δὲ Τελέτζην στασιάσαντες οἱ Βούλγαροι ἀπέκτειναν σὺν τοῖς ἄρχουσιν αὐτοῦ καὶ ἔστησαν Σαβῖνον, γαμβρὸν ὄντα Κορμεσίου τοῦ πάλαι κυρίου αὐτῶν. τοῦ δὲ Σαβίνου εὐθέως ἀποστείλαντος πρὸς τὸν βασιλέα καὶ ζητοῦντος ποιῆσαι εἰρήνην, κομβέντον ποιήσαντες οἱ Βούλγαροι ἀντέστησαν στερρῶς τῷ Σαβίνῳ λέγοντες, ὅτι "διὰ σοῦ ἡ Βουλγαρία μέλλει δουλοῦσθαι τοῖς Ῥωμαίοις." στάσεως δὲ γενομένης, φεύγει Σαβῖνος ἐν τῷ κάστρῳ Μεσημβρίας καὶ προσερρύη τῷ βασιλεῖ. ἔστησαν δὲ οἱ Βούλγαροι ἕτερον κύριον ἑαυτῶν, ὀνόματι Παγάνον. κγʹ. θʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀντῆραν οἱ τῆς ἐρήμου καὶ τοῦ Βασραθὼν τῷ Ἀβδελᾷ, δύο ἀδελφοί, οὓς ἀποστείλας ἀνεῖλε σὺν χιλιάσιν πʹ στρατοῦ. τῷ δ' αὐτῷ ἔτει ἐξῆλθον Τοῦρκοι ἐκ τῶν Κασπίων πυλῶν καὶ ἀνεῖλον πολλοὺς εἰς Ἀρμενίαν καὶ ἔλαβον αἰχμαλωσίαν πολλὴν καὶ ὑπέστρεψαν. Κοσμᾶς δέ τις ἐπίσκοπος Ἐπιφανείας τῆς κατὰ Ἀπάμειαν τῆς Συρίας, Κομανίτης ἐπιλεγόμενος, τῶν πολιτῶν Ἐπιφανείας πρὸς Θεόδωρον, τὸν πατριάρχην Ἀντιοχείας, ἔγκλησιν ποιησαμένων κατὰ τοῦ αὐτοῦ Κοσμᾶ περὶ μειώσεως ἱερῶν, καὶ αὐτοῦ μὴ δυναμένου ταῦτα συστῆσαι, ἀπέστη τῆς ὀρθοδόξου πίστεως καὶ ὁμόφρων τῆς αἱρέσεως Κωνσταντίνῳ κατὰ τῶν ἁγίων εἰκόνων γέ434 γονεν. ὃν κοινῇ γνώμῃ Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, καὶ Θεόδωρος Ἱεροσολύμων, καὶ Κοσμᾶς Ἀλεξανδρείας σὺν τοῖς ὑπ'αὐτοὺς ἐπισκόποις τῇ ἡμέρᾳ τῆς ἁγίας πεντηκοστῆς μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου ὁμοφρόνως ἀνεθεμάτισαν ἕκαστος κατὰ τὴν ἑαυτοῦ πόλιν. Τῷ δ' αὐτῷ ἔτει ἀπὸ ἀρχῆς τοῦ Ὀκτωβρίου μηνὸς γέγονε κρύος μέγα καὶ πικρότατον, οὐ κατὰ τὴν ἡμετέραν γῆν μόνον, ἀλλὰ πολλῷ μᾶλλον κατὰ ἀνατολὴν καὶ ἄρκτον καὶ δύσιν, ὥστε τὴν ἀρκτῴαν τοῦ Πόντου παραλίαν ἐπὶ ρʹ μίλια τὸ πέλαγος ἀπολιθωθῆναι ἐκ τοῦ κρύους ἐπὶ λʹ πήχεις τὸ βάθος, καὶ ἀπὸ Ζιγχίας μέχρι τοῦ ∆ανουβίου καὶ τοῦ Κοῦφι ποταμοῦ τοῦ ∆άναστρί τε καὶ ∆άναπρι καὶ τῶν Νεκροπήλων καὶ τῆς λοιπῆς ἀκτῆς μέχρι Μεσημβρίας καὶ Μηδείας τὰ ὅμοια πεπονθότων. τοῦ δὲ τοιούτου πάγους ἐπιχιονηθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ ξηρᾷ, καὶ πεζοβατεῖσθαι ὕπερθεν τοῦ κρύους ἀπό τε Χαζαρίας, Βουλγαρίας καὶ τῶν λοιπῶν παρακειμένων ἐθνῶν, ὑπό τε ἀνθρώπων ἀγρίων τε καὶ ἡμέρων ζώων. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δευτέρας ἰνδικτιῶνος τοῦ τοιούτου πάγους κατὰ θεοῦ κέλευσιν εἰς πλεῖστα καὶ διάφορα ὀροφανῆ τμήματα διαιρεθέντος, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ ∆αφνουσίαν καὶ τὸ Ἱερὸν κατενεχθέντων, οὕτω διὰ τοῦ Στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν μέχρι τῆς Προποντίδος καὶ τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παραλίαν ἀκτὴν ἐπλήρωσαν, ὧν αὐτόπται καὶ ἡμεῖς γεγόναμεν ἐπιβάντες ἐπὶ ἑνὸς αὐτῶν σὺν καί τισιν ὁμήλιξι λʹ καὶ παίζοντες ἐπάνω αὐτοῦ. εἶχον δὲ καὶ ζῶα ἄγριά τε καὶ ἥμερα τεθνεῶτα. πᾶς δὲ ὁ βουλόμενος ἀπὸ Σοφιανῶν ἕως τῆς πόλεως, καὶ ἀπὸ Χρυσοπόλεως ἕως τοῦ ἁγίου Μάμαντος καὶ τῶν Γαλάτου ἀκωλύτως διὰ ξηρᾶς ἐβάδιζον. ἓν δὲ ἐξ αὐτῶν προσραγὲν τῇ τῆς Ἀκροπόλεως σκάλᾳ συνέτριψεν αὐτήν. ἕτερον δὲ παμμέγεθες τῷ τείχει προσραγὲν τοῦτο μεγάλως ἐδόνησεν, ὡς καὶ τοὺς ἔνδοθεν οἴκους συμμετασχεῖν τοῦ σάλου. εἰς τρία δὲ 435 διαρραγὲν ἔζωσε τὴν πόλιν ἀπὸ τῶν Μαγγάνων ἕως τοῦ Βοοσφόρου, οὗ τινος τὸ ὕψος ὑπερεῖχε τὰ τείχη· πάντες δὲ οἱ τῆς πόλεως ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες ἀδιαλείπτως τῇ θέᾳ τούτων προσεκαρτέρουν καὶ μετὰ θρήνων καὶ δακρύων οἴκοι ἀνέκαμπτον, ἀποροῦντες τί