Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
ἀκα6.8.70.2 τάληπτα ἔσται τὰ ἀκατάληπτα. ὅπερ ἐστὶ κοινὸν καὶ τῶν ὀλίγον προορᾶσθαι δυναμένων· βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναί τινα ἀκατάληπτα. ὁ γνωστικὸς δὲ ἐκεῖνος, περὶ οὗ λέγω, τὰ δοκοῦντα ἀκατάληπτα εἶναι τοῖς ἄλλοις αὐτὸς καταλαμβάνει, πιστεύσας ὅτι οὐδὲν ἀκατάληπτον τῷ υἱῷ τοῦ θεοῦ, ὅθεν οὐδὲ ἀδίδακτον· ὁ γὰρ δι' ἀγάπην τὴν πρὸς ἡμᾶς παθὼν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν 6.8.70.3 τῆς γνώσεως. γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ 6.8.70.4 τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται. εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων ὁ τῆς σοφίας μαθητής.
6.9.71.1 Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν <δια>μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ 6.9.71.2 τοῖς ὁμοίοις. ἀλλ' ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη· ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἁγίᾳ, ἀλλ' ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι, ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον· αὐτὸς δὲ ἁπαξαπλῶς ἀπαθὴς ἦν, εἰς ὃν οὐδὲν παρεισδύεται κίνημα παθητικὸν οὔτε ἡδονὴ οὔτε 6.9.71.3 λύπη. οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ' ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ' ἐν ἕξει ἀσκήσεως ἀεὶ μένον6.9.71.4 τες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν. κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν 6.9.71.5 κτισμάτων τοῦ θεοῦ μεμισηκότα)· ἀλλ' οὐδὲ ζηλοῖ (οὐδὲ γὰρ ἐνδεῖ τι αὐτῷ πρὸς ἐξομοίωσιν τῷ καλῷ καὶ ἀγαθῷ εἶναι· οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ' ἀγαπᾷ τὸν κτίστην διὰ τῶν 6.9.72.1 κτισμάτων). οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι 6.9.72.2 βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν· νοερὸς γὰρ ὁ λόγος τοῦ θεοῦ, καθ' ὃ ὁ τοῦ νοῦ εἰκονισμὸς ὁρᾶται ἐν μόνῳ τῷ ἀνθρώπῳ, ᾗ καὶ θεοειδὴς καὶ θεοείκελος ὁ ἀγαθὸς ἀνὴρ κατὰ ψυχὴν ὅ τε αὖ θεὸς ἀνθρωποειδής· τὸ γὰρ εἶδος ἑκάστου ὁ νοῦς, ᾧ χαρακτηριζόμεθα. παρ' ὃ καὶ οἱ εἰς ἄνθρωπον ἁμαρτάνοντες ἀνόσιοί τε καὶ ἀσεβεῖς. 6.9.72.3 λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων κατεξαναστησο6.9.73.1 μένου τῶν περιστάσεων οὐδ' ὑπομενοῦντος τὰ δεινά, ἀλλ', εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, ὡς πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος. τοῦ τε ζήλου εἰ μὴ μετείη αὐτῷ, ᾗ τισιν ἔδοξεν, οὐκ ἂν τῶν ὁμοίων τοῖς καλοῖς 6.9.73.2 κἀγαθοῖς ἔργων ἔφεσιν λάβοι. εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ' ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν 6.9.73.3 ὀρεγόμενος; ἀλλ' οὐκ ἴσασιν, ὡς ἔοικεν, οὗτοι τὸ θεῖον τῆς ἀγάπης· οὐ γάρ ἐστιν ἔτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, εἰς τὴν ἑνότητα τῆς πίστεως ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου 6.9.73.4 καὶ τόπου μὴ προσδεόμενον. ὃ δ' ἐν