208
διαδεξαμένῳ δευτέραν ἐπιστολὴν ὁ αὐτὸς ∆ιονύσιος γράφει, ἐν ᾗ τὴν γνώμην Στεφάνου καὶ τὴν τῶν λοιπῶν ἐπισκόπων περὶ τῆς αὐτοῦ Στεφάνου γνώμης ἐπίκρισιν δηλοῖ λέγων· Τοῦ αὐτοῦ ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ξύστον δευτέρας ἐπιστολῆς περὶ βαπτίσματοσ Ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ περὶ Φιρμιλιανοῦ καὶ πάντων τῶν τε ἀπὸ Κιλικίας καὶ Καππαδοκίας καὶ δηλονότι Γαλατίας καὶ πάντων τῶν ἑξῆς ὁμορούντων, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, ἐπειδὴ τοὺς αἱρετικούς, φησίν, ἀναβαπτίζουσι. καὶ σκόπει τὸ μέγεθος τοῦ πράγματος. ὄντως γὰρ δόγματα περὶ τούτου γέγονεν ἐν 462 ταῖς μεγίσταις τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς προσ ιόντας ἐξ αἱρέσεων προκατηχηθέντας εἶτα ἀπολούεσθαι καὶ ἀνακαθαίρε σθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου ζύμης ῥύπον. καὶ περὶ τοῦ Ναυάτου πάντων δεόμενος ἐπέστειλα. καὶ μεθ' ἕτερα· καὶ τοῖς ἀγαπητοῖς δὲ ἡμῶν καὶ συμπρεσβυτέροις ∆ιονυσίῳ καὶ Φιλήμονι, συμψήφοις πρότερον Στε φάνῳ γενομένοις καὶ περὶ τῶν αὐτῶν μοι γράφουσι, πρότερον μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα. τούτοις ἐπάγει καὶ περὶ τῶν κατὰ Σα βέλλιον τὸν κατὰ Λιβύην αἱρετικὸν ταῦτα· περὶ γὰρ τοῦ νῦν κινηθέντος ἐν τῇ Πτολεμαΐδι τῆς Πενταπόλεως δόγματος ὄντος ἀσεβοῦς καὶ βλασφη μίαν πολλὴν ἔχοντος περί τε τοῦ παντοκράτορος θεοῦ πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπιστίαν τε πολλὴν περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως τοῦ ἐνανθρωπήσαντος λό γου, εἰς ἀναισθησίαν δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἑκατέρωθεν πρὸς ἐμοῦ καὶ τῶν γραμμάτων καὶ τῶν διαλεξομένων ἐπέστειλά τινα, ὡς ἠδυνήθην παρασχόντος τοῦ θεοῦ διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά σοι. ταῦτα ἐν τῷ δευτέρῳ διεξελθὼν περὶ βαπτίσματος λόγῳ πρὸς Ξύστον ὁ θεῖος ∆ιονύσιος θαυμαστήν τινα θεοπτίαν ἐν τῷ τρίτῳ περὶ βαπτίσματος διέξεισι, πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γράφων· Ἐκ τοῦ πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γʹ λόγου περὶ βαπτίσματος ∆ιονυσίου Ἀλεξανδρείας καὶ τῆς κατ' αὐτὸν ὁράσεωσ Ἐγὼ δὲ καὶ τοῖς συντάγμασι καὶ ταῖς παραδόσεσι τῶν αἱρετικῶν ἐνέτυ χον, χραίνων μέν μου πρὸς ὀλίγον τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν ἐν θυμήσεσιν, ὄνησιν δὲ ταύτην ἀπ' αὐτῶν λαμβάνων, τοῦ ἐξελέγχειν αὐτοὺς παρ' ἐμαυτῷ καὶ πολλῷ πλέον βδελύττεσθαι. καὶ δή τινος ἀδελ φοῦ πρεσβυτέρων ἀπείργοντος καὶ δεδιττομένου συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ (λυμανεῖται γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ) καὶ ἀληθῆ λέγοντος ὡς ᾐσθόμην, ὅραμα θεόπεμπτον προσελθὸν ἐπέρρωσέ με, καὶ λόγος πρός με γενόμενος προσέταξε διαρρήδην λέγων· πᾶσιν ἐν 463 τύγχανε οἷς ἂν εἰς χεῖρας λάβοις· διευθύνειν γὰρ ἕκαστα καὶ δοκιμάζειν ἱκανὸς εἶ καὶ σοὶ γέγονε τοῦτο ἐξ ἀρχῆς καὶ τῆς πίστεως αἴτιον. ἀπεδεξά μην τὸ ὅραμα, ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ λεγούσῃ πρὸς τοὺς δυνατωτέρους· γίνεσθε δόκιμοι τραπεζῖται. πρὸς τοῦτοις εἰπὼν περὶ πα σῶν αἱρέσεων ἐπάγει· τοῦτον ἐγὼ τὸν κανόνα καὶ τὸν τύπον παρὰ τοῦ μακαρίου πάπα ἡμῶν Ἡρακλᾶ παρέλαβον. τοὺς γὰρ προσιόντας ἀπὸ τῶν αἱρέσεων καὶ τῆς ἐκκλησίας ἀποστάντας, μᾶλλον δὲ οὐδ' ἀποστάντας, ἀλλὰ συνάγεσθαι μὲν δοκοῦντας, καταμηνυθέντας δὲ ὡς προσφοιτῶντάς τινι τῶν ἑτεροδιδασκαλούντων, ἀπελάσας τῆς ἐκκλησίας, δεομένους οὐ προσήκατο, ἕως δημοσίᾳ πάντα ὅσα ἀκηκόασι παρὰ τοῖς ἀντιθεμένοις ἐξέφρασαν, καὶ τότε συνήγαγεν αὐτούς, οὐ δεηθεὶς ἑτέρου βαπτίσματος ἐπ' αὐτῶν· τοῦ γὰρ ἁγίου πρότερον παρ' αὐτοῦ τετυχήκεσαν. εἶτα λεπτῶς περὶ τοῦδε τοῦ δόγματος διεξελθὼν ἐπιφέρει βεβαιῶν αὐτό· μεμάθηκα καὶ τοῦτο ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ τοῦτο μόνον παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκονίῳ καὶ Συνάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν, ὧν