208
δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος οσους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο "ἐπὶ τίνα" λέγων "ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν οσον ηδη ἀπολουμένην; η πεπαῦσθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον οσων αὐτὸν ἐξερρυσάμην δεινῶν, οσους ηνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ων γέρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ων ουποτε λήσομαι." ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αυθις ειασεν ἐν φρουρᾷ. Ην δὲ εὐεργετικὸς ουτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ηττον ̔Ηρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς 2.33 ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς ̓Ιουδαίους, ουτος πρὸς πάντας ὁμοίως ην εὐεργετικὸς καὶ τὸν τρόπον πραΰς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς ̔Ιεροσολύμοις ην, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ην ἐν ̔Ιεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· ουτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν ̓Αγρίππαν οὐκ ελαθε. μεταπέμπεται ουν τὸν Σίμωνα καί φησιν "εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον;" ὁ δὲ μὴ εχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ̓Ελιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν. Βασιλεύσας ουν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ολης ̓Ιουδαίας, εἰς πόλιν Καισάρειαν, η πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ αργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες αλλος αλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε ειης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ανθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας ουν μετ' ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ορνιν τῆς ἑαυτοῦ κεφαλῆς υπερθεν, αγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον 2.34 εσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν αλγημα. καὶ πρὸς τοὺς φίλους φησίν "ὁ θεὸς ὑμῖν ἐγὼ ηδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ' ὑμῶν θανεῖν ἐπείγομαι." ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ ̓Αγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς αδακρυς ην. ἐφ' ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ετη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ' ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα, τρία δ' ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ετι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες ̔Ηρώδης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος αρχων καὶ ̔Ελκίας ὁ ιππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς οντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Ουτω μὲν ουν ὁ ̓Αγρίππας ἀπεβίω, υἱὸν ̓Αγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ων ἡ μὲν ̔Ηρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ' ἐκέκλητο, παρθένοι δ' ησαν αἱ δύο Μαριὰμ καὶ ∆ρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν 2.35 στεφανούμενοι καὶ μυριζόμενοι καὶ