208
νεὼς, δι' ου ἡ ἀντλία ἐκρεῖ. Εὐδοκιμώτατοσ. γενναῖος. Εὐδιάλογοσ. ὁ εὐόμιλος. Εὐδινὸς καιρόσ. ὁ εὐδίαν εχων. εὐδιεινὸς δὲ δίφθογγον. Ευδηλοσ. φανερός. Εὐάγκαλον. ἐλαφρόν. ὁ δὲ Αἰνείας τὸν πατέρα τοῖς ωμοις ἐπιθέμενος, ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. epsilon.898 Εὐερνήσ. εὐθαλὴς, βλαστός. ερνος γὰρ ὁ κλάδος. Εὐεργητικόσ. φιλότιμος, ἀγαθοποιός. Εὐεργέοσ. καλῶς καὶ ἐπιμελῶς κατεσκευασμένου. -εὐεργέος εκπεσε δίφρου. Εὐέκτησ. ὁ ἐν ὑγείᾳ διαζῶν. ἐπεμελεῖτο καὶ σωμασκίας καὶ ην εὐέκτης. Εὐεπήβολοσ. ὁ καλῶς ἐπιβάλλων. καὶ εὐεπηβόλως ἀντὶ τοῦ σαφῶς καὶ ὀρθῶς. Εὐεπίβολοσ. κακός. Εὐερκεῖ. καλῶς ἠσφαλισμένῳ καὶ πεφραγμένῳ. οφρά μοι εὐερκεῖ καναχὰν δόμῳ ενδοθι θείη. Ευειλοσ. ὁ θερμὸς τόπος. Εὐήλιοσ. καθαρός. Εὐηνέμουσ. ἀχειμάστους. εὐδιεινούς. Εὐήνορα. ἀνδρεῖον. Εὐηγενέων. εὐγενῶν, πλεονασμῷ τοῦ ι, η τῶν εὐαρχουμένων. παρὰ τὸν ἀγὸν, ο σημαίνει τὸν ἡγεμόνα. Εὐήθησ. ἀνόητος, μωρός. Εὐηκήσ. καλῶς ἠκονημένος. καὶ κλίνεται εὐηκέος. Ευζωνοι. ενοπλοι, η ευζωνοι καὶ μονόζωνοι. οἱ εὐσταλεῖς καὶ κοῦφοι στρατιῶται καὶ μὴ κατάφρακτοι. ουτω Ξενοφῶν φησίν· οἱ ἑνί τινι χρώμενοι καὶ διαζωνευμένοι οπλῳ. epsilon.899 Ευζωτοσ. καλοζώης. Εὐθυγενήσ. ισα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. Εὐθύγλωττοσ. ην δὲ καὶ εὐθύγλωττος πέρα τοῦ δέοντος. Εὐθυλήπτων. εὐχερῶς κρατουμένων. οὐκ εὐθυλήπτων οντων τῶν ἐπιθυμουμένων. Εὐθυῤῥήμων. ἐτυμολόγος. καὶ εὐθυῤῥημονῶ. Ευθυμοσ. ευψυχος, περιχαρής. Εὐθυβόλῳ. ἐπ' εὐθείας βάλλοντι η πλέοντι. η εὐθυβόλῳ, ἀντὶ τοῦ συνετῷ. Ευθυνοι. δικασταί. εὐθυνταί. παρὰ τὸ εὐθύναι τὸ ἐξετάσαι, ους ἡμεῖς λογιστὰς λέγομεν νόμων δώδεκα. δι' ων δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν μετιέναι. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. Ευκηλοσ. ησυχος. παρὰ τὸ εικω, τὸ ὑποχωρῶ, γίνεται εκηλος, καὶ πλεονασμῷ τοῦ υ ευκηλος· η εικηλος καὶ τροπῇ τοῦ ι εἰς υ ευκηλος. Ευκολοσ. ἁπλοϊκὸς τὸν τρόπον καὶ ἐλευθέριος, καὶ ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. ὁ δὲ ἁπλοῦς ην καὶ μάλα ευκολος. Ευκρασ. ευκρατος. Εὐκρινήσ. συνήθως ὁ ἐξ ἀῤῥωστίας ὑγιάνας· λέγεται δὲ διὰ τὸ ευ κεκρίσθαι. ουτοι δὲ ἐπὶ τοῦ νεκροῦ τίθενται κατὰ ἀντίφρασιν. σημαίνει δὲ τὸ εὐχερὲς καὶ καθαρὸν καὶ σαφές. epsilon.900 Ευκηλοσ. ὁ καλῶς θελγόμενος. Εὐθεῖοσ. ὁ εὐόμιλος, καὶ ὁ καλοσύντυχος ητοι ὁ ὀρθολεκτῶν τοὺς λόγχους αὐτοῦ. Εὐλαβήσ. ὁ ευ τῶν πραγμάτων ἐπιλαβόμενος. ὁ μὴ προχείρως τὶ ποιῶν. η καὶ ὁ εἰς λαβὴν ἐπιτήδειος. οιον εὐλαβὴς μάχαιρα. η ὁ ευ προσλαμβάνων τὸ μέλλον. δύσληπτος δὲ, ὁ δυσχερὴς, ἀπὸ τῶν χειρῶν. Εὐμαρήσ. ευληπτος, δῆλος, εὐχερής. παρὰ τὸ μαίρω τὸ λάμπω, ἐξ ου καὶ τὸ μαρμαίρω καὶ μάρμαρον, γίνεται μαρὴς καὶ εὐμαρὴς, ὁ μὴ ὑπὸ σκότει κείμενος. Ευμαιοσ. ὁ ̓Οδυσσέως δοῦλος, ἀπὸ τῆς πρὸς αὐτὸν εὐμενείας, ὡς καὶ Φιλοίτιος ἀπὸ τῆς πρὸς αὐτὸν φιλίας. Εὐμενήσ. ὁ ευ τισὶ διὰ ψυχῆς διακείμενος. οπέρ ἐστι μένος. ἀντίκειται δὲ αὐτῷ δυσμενής. Εὐμελίῳ. τῷ καλῶς τῇ μελίᾳ χρωμένῳ. μελία δέ ἐστι ειδος δένδρου, ἐξ ου τὰ δόρατα ποιοῦσι τὰ πολεμικά. ὁ εὐμελίας, τοῦ εὐμελίαο, τοῦ εὐμελίεω. ουτω γὰρ τὸ ὁλόκληρον. εστι δὲ πάθος ̓Ιωνικόν. Εὐνοῦχοσ. ἀπὸ τοῦ τὴν εὐνὴν εχειν ηγουν φυλάσσειν. εχειν γὰρ τὸ ἐπιμελεῖσθαι φασὶ καὶ φυλάσσειν. -εχει δέ τε κίονας αὐτός. epsilon.901 τινὲς δὲ φασὶ παρὰ τὸ ευ νοῦν εχειν, καὶ ἀπηλλάχθαι τῶν ἀφροδισίων. οἱ δὲ ἀρχαῖοι τὰ ἀφροδίσια ἀνόητα ἐκάλουν, ὡς παρ' ̓Αριστοφάνει· υπνου τὲ ἀνέχεσθαι καὶ τῶν ἀνοήτων πάντων. Ευξεινοσ. πέλαγος. ἐνδότως τοῦ πόντου, η αὐτὸς ὁ πόντος. ουτος τὸ πρῶτον αξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδένα ἐκεῖ παραβαλεῖν τῶν ξένων. κατὰ ἀντίφρασιν δὲ ευξεινος ἐκλήθη, οτι ̔Ηρακλῆς ἐκβαλὼν τοὺς λῃστὰς φιλοξένους κατῴκισεν. Ευοδμοσ. εὐώδης. Εὐόρκου. εὐσεβοῦς. ̔Ησίοδος· ἀνδρὸς εὐόρκου γενεὴ μετόπισθεν-. Εὐόφθαλμον. ευοπτον. καὶ εὐοφθάλμως ἀντὶ τοῦ εὐπρεπῶς. Εὐπαλάμων υμνων. ἀντὶ τοῦ ευ διακεχωρισμένων, η συντεταγμένων. τέκτονες εὐπαλάμων υμνων. Εὐπαράγωγοσ.