208
βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικὰ πανταχόθεν· πλήττεται ἡ διάνοια τῇ ὄψει, ἀφ' ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ' ὧν ἀκούεις· τῇ ὀσφρήσει, ἀφ' ὧν ὀσφραίνῃ. Τοσαῦτα βάραθρα, τοσαῦται φθοραί· καὶ ἔχω σοι θαῤ 96.121 ῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος; Ἄνθρωπος εἶ, τὴν κοινὴν τῆς φύσεως ἀσθένειαν περικείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; θὲς λύχνον εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν ὅτι οὐ καίεται χόρτος. Τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν οὖν αὐτὴν λουομένην· ἑάλω τῷ κάλλει, ἐδέξατο βέλος, ἔλαβε τὸ τραῦμα. Ἔπεμψε πρὸς αὐτὴν ὁ βασιλεύς· ἦλθε πρὸς αὐτόν· εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα λέγω, καὶ εἰς μέσον φέρω τὸν τετραυματισμένον, ἵνα περιεστῶτες ἴδητε πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει περιεστῶτας, ἵνα ἴδωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον. Πολλῷ μᾶλλον προφήτου χειρουργουμένου πάντας δεῖ ἰδεῖν, ἵνα μάθωμεν, πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπεδόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἡ ἐπιθυμία ἐπληρώθη· ἡ ἁμαρτία ἀπηρτίσθη. Ὁ θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμισε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' ὅμως ἡ ἐπιθυμία αὐτοῦ τὸν νοῦν ἐσκότει. Συνέλαβεν ἡ γυνὴ, ἦλθε δρομαῖος ἐπὶ τὸν βασιλέα, καί φησι· Βασιλεῦ, ἀπωλόμην. Ὁ δὲ, Τί ἔχεις; Ἔγκυος ἐγὼ, φησί· ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησεν· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ περιφέρω· ὁ ἔλεγχος ηὐξήθη τῆς ἁμαρτίας· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; Ἐννόησον πόσον κακὸν ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος ἕτερος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. ∆ιάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος; Οὐχὶ σὺ βασιλεὺς εἶ; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ἀλλὰ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὦ δυστυχίας μήτηρ! ὦ ἀτιμίας ἔλεγχος! Τί οὖν ὁ βασιλεύς; ἁμαρτίαν ἐπὶ ἁμαρτίαν προστίθησιν. Ἦλθεν οὖν Οὐρίας ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα, καὶ λέγει αὐτῷ· Τί ἐστιν Οὐρία; πῶς ὁ πόλεμος; Λέγει, Καλῶς· ἐνικήσαμεν. Ἤκουσεν ὁ βασιλεὺς ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλεμον ὑπέταξεν, αὐτὸς δὲ ἡττήθη ὑπὸ τῆς ἡδονῆς. Ἐν ἀπορίᾳ τε ὢν ὁ βασιλεὺς οὐκ ᾔσθετο τῆς νίκης διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡττήθη. Λέγει οὖν τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ λοῦσαι, καὶ ἀπόλαυσον τῆς τραπέζης, καὶ τῆς γυναικός σου. Ταῦτα διὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ νομισθῇ τίκτεσθαι τὸ παιδίον. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρει, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης; Καὶ πῶς, φησὶ, δύναμαι τὸ ῥῆμα τοῦτο ποιῆσαι; Ἰσραὴλ ἐν πολέμῳ, ἀρχιστράτηγος ἐν παρατάξει, ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῇ παρεμβολῇ, καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; 96.124 Ἐπειδὴ δὲ λοιπὸν οὐκ ἠδύνατο συσκιάσαι τὸ γεγονὸς, γράφει ἐπιστολὴν πρὸς τὸν στρατηλάτην, ἔχουσαν οὕτως· Λαβὼν στῆσον τὸν Οὐρίαν εἰς τὸ βαρὺ μέρος, ὡς αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολὴν, καὶ τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπιστολὴν ἔφερεν αἵματος γέμουσαν. Εἶτα ἔστη ἐν τῷ πολέμῳ, ἀνῃρέθη, καὶ ἔπεσεν. Ἰδοὺ δεύτερον ἁμάρτημα· ὁ φόνος, καρπὸς τῆς μοιχείας ἐγένετο. Ταῦτα λέγω διὰ τοὺς ἁμαρτωλοὺς, καὶ πολλὰ ἑαυτοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες μὴ ἀπογνῶσι τῆς ἑαυτῶν σωτηρίας· γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς δὲ δύο ταύτας τὰς πρώτας ἐντολὰς παρέβη. Ἐμοίχευσε, καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χαλεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἀνῃρέθη, καὶ εὐθέως ἐσκίρτησεν ἡ ἁμαρτία συνεσκιασμένη. Τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν· ὁ προφήτης πρὸς προφήτην ὑπάγει, καίτοι ὁ ∆αβὶδ προφήτης ἦν. Πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ γὰρ οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν· καὶ γὰρ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν κακίᾳ