208
"Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐ τόν." Ἰσχυροτέρους αὐτοῦ τοὺς πολεμίους ἀπ 80.1596 έφηνας. "Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ." Καταγέλαστον αὐτὸν τοῖς δυσμενέσι πεποίη κας. μδʹ. "Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ." Ἄχρηστα αὐτῷ τὰ ὅπλα γεγένηται, τῆς σῆς γυ μνωθέντι κηδεμονίας. μεʹ. "Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως, Ἀπέπαυσας τὴν καθαρότητα αὐτοῦ. Οὐ γὰρ δύναται περιῤῥαντηρίοις καθαίρε σθαι αἰχμάλωτος ὢν, καὶ πόῤῥω τοῦ σοῦ διάγων νεώ. "Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας." Πάμ παν αὐτοῦ τὴν βασιλείαν κατέλυσας. μʹ. "Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐ τοῦ." Εἰς αἰῶνα φυλάξειν τὴν βασιλείαν ἐπαγγει λάμενος, ὀλίγῳ ταύτην περιώρισας χρόνῳ "Κατ έχεας αὐτῷ αἰσχύνην." Ἐπονείδιστος γεγένη ται, καὶ αἰσχύνης ἐμπίπλαται. Σεδεκίας μὲν γὰρ, ἐκκοπέντων τῶν ὀφθαλμῶν, μύλωνι παρεδόθη πάν τα τὸν λειπόμενον χρόνον. Ἰεχωνίας δὲ καὶ αὐτὸς ἐδού λευσεν. Αἰσχύνης δὲ καὶ ὀνειδισμοῦ ταῦτα μεστά. Οὕτω τὰς συμφορὰς ὁ προφητικὸς διηγησάμενος λό γος, ποτνιᾶσθαι καὶ ἱκετεύειν παρεγγυᾷ. μζʹ. "Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;" Ὁ δὲ Σύμμα χος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέ λος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τί νος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέ ρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμε τέρων ἁμαρτάδων ἐκκαίεις; μηʹ. "Μνήσθητι, τίς μου ἡ ὑπόστασις." Ποιη τὴς εἶ καὶ πλάστης, καὶ τῆς ἐμῆς δυνάμεως τὰ μέ τρα γινώσκεις. "Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;" Οὐκ εἰκῆ, οὐδὲ μάτην τοὺς ἀνθρώπους διέπλασας, ἀλλ' ἀγαθότης τῆς δη μιουργίας ἡγήσατο. ∆ι' ἀγαθότητα γὰρ μόνην ἡμᾶς ἐδημιούργησας. Μὴ παρίδῃς τοίνυν τοσούτοις συγ κληρωθέντας κακοῖς. μθʹ. "Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου;" Παντὸς ἀνθρώπου τέλος ἡ τελευτή· περιγε νέσθαι γὰρ αὐτοῦ τοῦ θανάτου τῶν ἀδυνάτων· ζῶσι τοίνυν μετάδος φιλανθρωπίας. Εἶτα πάλιν ἀνα μιμνήσκει τῶν ὑποσχέσεων. νʹ. "Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ 80.1597 ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;" Καλῶς δὲ πανταχοῦ τῆς ἀληθείας προσφέρει τὴν μαρτυ ρίαν, εἰς τὴν βεβαίωσιν τῶν ἐπαγγελιῶν διεγείρων τὸν ὑποσχόμενον· καὶ τὸ προοίμιον δὲ ἀπὸ τοῦ ἐλέου ἐξύφηνε, καὶ ἐν τῷ τέλει τοῦ ἐλέου πάλιν ἀναμιμνή σκει· τοῦτο γὰρ ἐδέοντο μάλιστα. ναʹ. "Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν." Ὁ δὲ Σύμμαχος οὕτως, Καὶ ἐβάστασα ἐν τῷ κόλ πῳ μου παμπόλλων ἐθνῶν. Μὴ παρίδῃς με, φη σὶν, ὀνειδιζόμενον, οὐχ ὑφ' ἑνὸς ἔθνους, ἀλλ' ὑπὸ μυ ρίων. Οὐ γὰρ μόνον Ἀσσύριοί μοι ἐπικερτομοῦσι, καὶ Βαβυλώνιοι, ἀλλὰ καὶ οἱ πλησιόχωροι πάν τες, οἱ τὴν πρὸς ἐμὲ δυσμένειαν ἐσχηκότες ἀεί. Οὐκ ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· νβʹ. "Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε· οὗ ὠνεί δισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου." Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· Ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου· Ἴχνη δὲ Χριστοῦ προσηγό ρευσε τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν βασιλέας, δι' ὧν ὥδευσεν ὁ περὶ τῆς Χριστοῦ βασιλείας λό γος. Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐ τοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγε νημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας. ∆ιὰ τὸν Χριστόν σου τοίνυν, οὗ ἴχνη οὗτοι τυγχάνουσι, καὶ ἀντάλλαγμα, παῦσον ἡμῶν, ∆έσποτα, τὰ ὀνείδη. νγʹ. "Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο." Ἀγαθῆς ἐλπίδος ἡ ὑμνῳδία. Πιστεύσαν τες γὰρ αἰτήσεις δέξασθαι, τόνδε τὸν ὕμνον προσ ενηνόχασι τῷ Θεῷ. Ταύτην δὲ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴνἑρμηνεύσας· ἔφη γὰρ Πεπιστωμένος καὶ πεπι