208
ταῦτα μανικώτερον ἐξείργασται νῦν. καὶ Χριστὸς καθεύδει, καὶ ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα κεκορύφωται, πανωλεθρίαν ποιοῦσα. ἀλλ' εἴησαν σὺν σοὶ οἱ γνησιεύοντες τῶν μαθητῶν, Χριστὸν εἰς ἐπιτίμησιν καὶ καταστόρεσιν τῆς κινδυνεύσεως διεγείροντες. οἴχεταί μου καὶ ὁ τοῦ σχήματος ἀνάδοχος, ἀνὴρ ἀγαθός, ὁμολογίας ἆθλον ἀπενεγκάμενος ἐν τοιαύτῃ χαλεπωτάτῃ νόσῳ, ὡς ἐνδεῶς ἔχειν καὶ τοῦ ἐπὶ κλίνης στρέφεσθαι· πῶς; ἐνστὰς καὶ ἀρθεὶς καὶ φυλακισθείς, εἶτα καὶ ἐξορισθείς, καὶ ταύτῃ τὸ μαρτύριον τελέσας. οὐ παρεῖδεν οὖν αὐτοῦ Κύριος τοὺς ὑποτακτικοὺς κόπους, ὁπόσους οἶσθα, κἂν ἑάλω κατὰ τὰς ἁμαρτίας μου ἐν τοῖς μοιχειανοῖς φειδοῖ τοῦ σώματος, οὐ συναιρούμενος τῷ φρονήματι, ὡς τὰ πράγματα ἐδείκνυ. διὰ τοῦτο ὑπὸ θεοῦ καὶ ῥαγεὶς τῆς συμμορίας ἑτεραλκέα τὴν νίκην πεποίηται ὥσπερ καὶ ὁ Μηδικιώτης, ἀλλὰ μὴν καὶ ὁ Νικαίας, ὡς γράμμασιν αὐτοῖς ἐπιστώθην. καὶ τί λέγω τοῦτον κἀκεῖνον; καὶ γὰρ πείθομαι καὶ ἕκαστον τῶν ἐνισταμένων οὕτως ἔχειν· ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ ἀληθινὸς ἡμῶν πατριάρχης ὁμολογῶν ἐστι τὴν ἀλήθειαν, ὡς ἔμαθον ἐκ στόματος τοῦ παρ' αὐτοῦ ἀκηκοότος καὶ ἐπαινοῦντος τὴν τότε ἔνστασιν. Εἴρηκα ταῦτα, ὁμοῦ μὲν τὸν ἐκδημήσαντα εἰκότως ἀποτιμῶν, ὁμοῦ δὲ καὶ τῇ σῇ ὁσιότητι γνώριμα καθιστῶν τὰ ὀφειλόμενα. ἀλλ' οἶδας ὅτι τὸ ἐγκόλπιον κακὸν Λεόντιος ὁ ποτὲ ἡμέτερος ὡς συναπήχθη τοῖς μοιχειανοῖς πρότερον καὶ νῦν προστάτης τῶν εἰκονομάχων. διὰ τοῦτο καὶ τὰ Στουδίου παρέλαβεν καὶ τοῦ Σακκουδίωνος ἀνόμως ἄρχει. ἐξ ἀκαθάρτου οὐδὲν καθαρόν· οἷος ὁ φύσας κατὰ σάρκα, τοιοῦτον δὴ καὶ τὸ γέννημα. ὃν ὁ θεὸς μεταστρέψειεν εὐχαῖς σου ἁγίαις κἀμὲ στηρίξειεν τὸν ἁμαρτωλὸν εἰς φόβον αὐτοῦ. τοὺς ἠξιωμένους ὑπηρετεῖσθαι τῇ τιμιότητί σου προσφθέγγομαι. ὁ σὺν ἐμοί σε δουλικῶς προσκυνεῖ. 334 {1Ἀθανασίῳ τέκνῳ}1 Χαίρω, τέκνον, δεχόμενός σου γράμμα τῆς ἐμμελείας, ἐξ ὧν οὐ μόνον τῆς φωνῆς σου ἀκούων ἥδομαι, ἀλλὰ καὶ τὴν προκοπὴν τῆς ὑπαγορείας ὁρῶν εὐφραίνομαι. χρῷ τοιγαροῦν τῷ γράμματι, ἐπὰν κατ' ἀμφότερα λυσιτελοίη· ἐπεὶ καὶ τὰ φρέατα ἀντλούμενα εὐρύνεται τοῖς ῥείθροις, ταῦτ' ἤδη καὶ γλῶττα ἐξεργαζομένη τὰς ἐπιστολάς. ἐγὼ δὲ οὐκ οἶδά τι ἐμαυτῷ δεξιόν, κἂν πλείονα τοῖς κατ' ἐμοῦ ἐγκωμίοις διεξερχόμενος εἴης· ἀλλά με τοσοῦτον συστέλλεις, ὁπόσον καὶ ἐπαινοίης, αἰσθόμενον τὰ κατ' ἐμαυτόν. εἰ δέ τι ὑμῖν φαίνοιτο εἰς ὄνησιν τῶν παρ' ἡμῶν λεγομένων, τῷ θεῷ ἀναθετέον τὸ πρᾶγμα, παρ' οὗ δι' ὑμᾶς καὶ ἐν τῷ τυφλῷ φῶς καὶ ἐν τῷ ἀλόγῳ λόγος, μικρός τις καὶ πενιχρός· ὃν οὐ συστελτέον, ἀδελφέ, ἀλλ' ἐξεργαστέον δέει τῆς ἀπειλῆς καὶ ἐλπίδι τῆς ἀποδοχῆς. ὅτι δὲ ὧδέ τε κἀκεῖσε περιέρχῃ, τόπον ἐκ τόπου ἀμείβων φειδοῖ τῶν διωκόντων, πῶς οὐ τοῦ καιροῦ, ὃ καὶ τληπαθὲς καὶ στενακτικόν; ἀλλ' ὅτι διὰ Χριστὸν εἴη, χαρμονικὸν καὶ διανυστικόν. Εὖ δὲ ποιήσαι Κύριος τῷ ἀγαθῷ σπαθαρίῳ, ξεναγοῦντι καὶ περιέποντί σε διὰ Χριστόν· ὅς γε κἀμοὶ χρηστὸς ὦπται ἐν πολλοῖς. τανῦν ἐπέστειλα τῷ ἀρχιεπισκόπῳ, τὸ δὲ μὴ πρότερον, ὡς ὑπέλαβες, μὴ ἀντίδοσιν τῶν προαγόντων δεξάμενος· ἐπεὶ ἐμοὶ τίς προτιμότερος ἐν κόσμῳ ἐκείνου ἐφ' ἅπασιν, ὡς τὸ εἰκὸς ἔχει καὶ δίκαιον; εἶδες δὲ σκαιωρίαν τοῦ δαίμονος, ὅτι ἀπώλοντο αἱ ἐπιστολαί· ἀλλὰ δόξα θεῷ τῷ μὴ ἔκφορα ποιήσαντι τὰ γράμματα τοῖς κρατοῦσιν. κεκοίμηταί μου ὁ πνευματικὸς πατήρ, καθὰ ἐσήμανας. ἀλλὰ ἀνάγνωθι τὴν ἐπιστολὴν τοῦ ἀρχιεπισκόπου κἀκεῖθεν γνοίης ὅσον ἐστέναξά τε καὶ ἐλάλησα καὶ περὶ ἑτέρων προσώπων. εἴη δὲ ἐν ἀναπαύσει καὶ ὁ στρατηγήσας ὁμώνυμός μου καὶ δι' αὐτὸ τὸ μνημονεῦσαί μου τοῦ ἀναξίου ἐν τοῖς τελευταίοις. ὡς ἐπαινετὸς σύ, παρὰ τοιούτων προσκαλούμενος καὶ ἐπὶ τοιαύταις ὑποθέσεσιν· ὀφθείης ἔτι ὁσιώτερος καὶ αἱρετώτερος ὑπὸ πολλῶν διὰ τὸ τὸν ἕνα σε καὶ μόνον Κύριον τῶν ἁπάντων θεραπεύειν· ᾧ μάλα προσκολλώμενος μᾶλλον ὑψωθήσῃ καὶ τιμηθήσῃ, εἴπερ ἀληθεύει λέγων, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με