1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

208

εἰπεῖν πρὸς τοῦτο. τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαρτίῳ ἀστέρες ἀθρόως ἐκ τοῦ οὐρανοῦ πίπτοντες ὤφθησαν, ὡς πάντας τοὺς ὁρῶντας τὴν τοῦ παρόντος αἰῶνος ὑπολαμβάνειν εἶναι συντέλειαν· αὐχμός τε πολὺς γέγονεν, ὡς ξηρανθῆναι καὶ πηγάς. ἀγαγὼν δὲ ὁ βασιλεὺς τὸν πατριάρχην λέγει αὐτῷ· "ἄρτι τί ἡμᾶς βλάπτει, ἐὰν λέγωμεν τὴν θεοτόκον χριστοτόκον;" ὁ δὲ περιπτυξάμενος αὐτὸν λέγει· "ἐλέησον, δέσποτα, μηδὲ εἰς ἔννοιάν σου ἔλθῃ οὗτος ὁ λόγος· οὐχ ὁρᾷς ὅσα στηλιτεύεται καὶ ἀναθεματίζεται Νεστόριος ὑπὸ πάσης τῆς ἐκκλησίας;" καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν· "ἐγὼ μαθεῖν θέλων ἠρώτησα· ἕως δὲ σοῦ ὁ λόγος." Κόσμου ἔτη σνʹ. Τῆς θείας σαρκώσεως ἔτη ψνʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. κδʹ. Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθον πάλιν οἱ Τοῦρκοι εἰς τὰς Κασπίας πύλας καὶ εἰς Ἰβηρίαν, καὶ πολεμήσαντες μετὰ τῶν Ἀράβων, ἐξ ἀμφοτέρων ἀπώλοντο πολλοί. ὁ δὲ Ἀβδελᾶς πανουργίᾳ τοιαύτῃ καθεῖλε τῆς ἀρχῆς τὸν Ἰσὲ Ἰβινμουσέ, εἰς ὅν, ὡς ἀνωτέρω εἴρηται, ὁ τρίτος κλῆρος τοῦ κρατεῖν μετ' αὐτὸν ἔπεσεν. κεφαλαλγούμενον γὰρ ἡμικρανικῶς αὐτὸν ὁρῶν καὶ σκοτοματικῶς πληρούμενον πείθει θεραπευθήσεσθαι μέλλειν, εἰ ταῖς ῥισὶν ἐμφυσηθῇ πταρμικῷ τινι σκευαζομένῳ τῷ αὐτοῦ ἰατρῷ, Μωσεῖ τινι τοὔνομα, διακόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας, ὃν ἤδη δωρεαῖς ἦν πεπεικὼς δριμύτατον κατασκευάσαι φάρμακον μετὰ τοῦ καὶ ναρκῶδες εἶναι σφόδρα. καὶ δὴ πεισθεὶς ὁ αὐτὸς Ἰσὲ τῷ Ἀβδελᾷ, καίπερ ἀσφαλιζόμενος τοῦ συμφαγεῖν αὐτῷ διὰ τὴν ἐπιβουλήν, ἐδέξατο διάρρινον. καὶ πληρωθεὶς τὰ περὶ τὴν 436 κεφαλὴν πάσας τε τὰς αἰσθήσεις μετὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν στερηθεὶς ἄφωνος προύκειτο. προσκαλεσάμενος δὲ τοὺς ἡγεμόνας καὶ προύχοντας τοῦ γένους ὁ Ἀβδελᾶς ἔφη· "τί ὑμῖν δοκεῖ περὶ τοῦ μελλοβασιλέως ὑμῶν;" οἱ δὲ ὁμοφρόνως ἀρνησάμενοι αὐτὸν δεξιὰς ἔδωκαν τῷ υἱῷ τοῦ αὐτοῦ Ἀβδελᾶ Μουάμεδ, τῷ ἐπικληθέντι Μαδί· τὸν δὲ Ἰσὲ ἀναίσθητον μετήνεγκαν οἴκαδε. τοῦτον δὲ μετὰ τρίτην ἡμέραν ἀναλαβόμενον ἀπολογίαις ἐπιπλάστοις παρεμυθήσατο, ταλάντοις χρυσίου ρʹ τὴν ὕβριν ἀνταμειψάμενος. Τῷ δ' αὐτῷ ἔτει ἀπέστειλε Παγάνος, ὁ κῦρις Βουλγαρίας, πρὸς τὸν βασιλέα αἰτούμενος συνοψισθῆναι αὐτῷ. καὶ λαβὼν λόγον κατῆλθε πρὸς αὐτὸν μετὰ τῶν βοϊλάδων αὐτοῦ, καὶ καθεσθέντος τοῦ βασιλέως, καὶ τοῦ Σαβίνου συγκαθεζομένου αὐτῷ, ἐδέξατο αὐτοὺς καὶ ὠνείδισε τὴν ἀταξίαν αὐτῶν καὶ τὸ κατὰ Σαβίνου μῖσος· καὶ ἐποίησαν τὸ δοκεῖν εἰρήνην. ἀποστείλας δὲ ὁ βασιλεὺς λάθρα εἰς Βουλγαρίαν ἐπίασε τὸν Σεβέρων ἄρχοντα Σκλαβοῦνον, τὸν πολλὰ κακὰ ἐν τῇ Θρᾴκῃ ποιήσαντα. κατεσχέθη δὲ καὶ Χριστιανός, ἀπὸ Χριστιανῶν μαγαρίτης καὶ πρῶτος τῶν Σκαμάρων, ὃν ἐν τῷ μώλῳ τοῦ ἁγίου Θωμᾶ χειροκοπήσαντες καὶ ποδοκοπήσαντες ἤνεγκαν τοὺς ἰατροὺς καὶ τοῦτον ἀνέτεμον ζῶντα ἀπὸ ἥβης ἕως τοῦ θώρακος πρὸς τὸ κατανοῆσαι τὴν τοῦ ἀνθρώπου κατασκευήν· καὶ οὕτως αὐτὸν τῷ πυρὶ παρέδωκαν. ἄφνω δὲ ὁ βασιλεὺς ἐξελθὼν τῆς πόλεως καὶ ἀφυλάκτους εὑρὼν τὰς κλεισούρας διὰ τὴν ἀπατηλὴν εἰρήνην εἰσῆλθεν εἰς Βουλγαρίαν ἕως τοῦ Τζίκας. καὶ βαλὼν πῦρ εἰς τὰς αὐλάς, ἃς εὗρεν, μετὰ φόβου ὑπέστρεψε μηδὲν γενναῖον ποιήσας. κεʹ. ιαʹ. δʹ. ιβʹ. Τούτῳ τῷ ἔτει, τῇ κʹ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος δʹ, ἐκμανὴς γενόμενος ὁ δυσσεβὴς καὶ ἀνόσιος βασιλεὺς κατὰ παντὸς φοβουμένου τὸν θεόν, Στέφανον τὸν νέον πρωτομάρτυρα συρθῆναι προσέταξεν ἔγκλειστον ὄντα εἰς τὸν ἅγιον Αὐξέντιον εἰς τὸ πλησίον 437 ὄρος τοῦ ∆αματρῦ· ὃν λαβόντες οἱ τῆς ἀπαιδευσίας αὐτοῦ μετέχοντες [ἐχθροὶ] καὶ ὁμόφρονες αὐτῷ γεγονότες σχολάριοί τε καὶ τῶν λοιπῶν ταγμάτων, καλωδίῳ δήσαντες αὐτοῦ τὸν πόδα εἷλκον αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἕως τῶν Πελαγίου, ἔνθα καὶ διασπάσαντες ἔρριψαν τὰ τίμια αὐτοῦ λείψανα ἐν τῷ τῶν βιοθανάτων λάκκῳ ὡς πολλοὺς νουθετοῦντα πρὸς τὸν μονήρη βίον καὶ