1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

209

τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλονεικίαν ἐμβάλλειν οὐχ ὑπομένω· οὐ γὰρ μετακινήσεις, φησίν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου. ταῦτα καὶ ἐν τῇ τρίτῃ ἐπιστολῇ περὶ βαπτίσματος ὁ μέγας ∆ιονύσιος γράφει, ἐν δὲ τῇ τετάρτῃ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολῇ, ἣν ∆ιονυσίῳ πρεσβυτέρῳ Ῥώμης ἐπιστέλλει τῷ καὶ τὸν θρόνον μετὰ βραχὺ διαδεξαμένῳ ἀνδρὶ λογίῳ καὶ θαυμαστῷ, ταῦτά φησιν· Ἐκ τῆς ∆ιονυσίου Ἀλεξανδρείας ἐπισκόπου δʹ ἐπιστολῆς περὶ βαπτίσματος γραφείσης ∆ιονυσίῳ πρεσβυτέρῳ Ῥώμησ Ναυατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ἐκλύσαντι καὶ ταῖς περὶ τοῦ θεοῦ διδασκαλίαις ἀνοσιωτάτην ἐπικλύσαντι καὶ τῷ τὸν κύριον 464 ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πᾶσι δὲ τούτοις καὶ τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμο λογίαν ἀνατρέποντι, τό τε πνεῦμα τὸ ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς αὐτούς, παντελῶς φυγαδεύοντι. Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξύστον ἐγέγραπτο, ἐν ᾗ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπὼν τοιοῦτόν τι κατ' αὐτὸν γεγονὸς ἐκτίθεται λέγων· καὶ γὰρ ὄντως, ἀδελφέ, καὶ συμβουλῆς δέομαι καὶ γνῶ σιν αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πράγματος, δεδιὼς μὴ παρασφάλλομαι. τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμαι δὲ καὶ τῆς τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως τῆς συναγωγῆς ὑπόγυον βαπτιζόμενος περιτυχὼν καὶ τῶν ἐπερωτήσεων καὶ τῶν ἀποκρίσεων ἐπακούσας, προσῆλθέ μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ πίπτων πρὸ ποδῶν μου, ἐξομολογούμε νος μὲν καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετικοῖς βεβάπτισται, μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν τι ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν ἀπὸ τῶν ἀνόμων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος, καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν· ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας αὐταρκῆ τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ὑπακούσαντα καὶ συνεπιφθεγξάμενον τὸ ἀμὴν καὶ τραπέζῃ παραστάντα καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς ἐκτείναντα καὶ ταύτην κατα δεξάμενον καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετασχόντα ἱκανὸν χρόνον οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνασκευάζειν ἐπιτολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγα θῆς ἐλπίδος τῇ μετοχῇ τῶν ἁγίων προσιέναι. ὁ δὲ οὔτε πενθῶν παύεται πέφρικέ τε τῇ τραπέζῃ προσιέναι καὶ μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται. ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολή, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας Ξύστῳ καὶ τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ προσπεφωνημένη, ἐν ᾗ διὰ μακρᾶς 465 ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταῦτα φέρεται πρὸς τὸν κατὰ Ῥώμην ∆ιονύσιον ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΗ Τῆς θείας σαρκώσεως ἔτη σμηʹ Ῥωμαίων κςʹ

ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ. Περσῶν γʹ ἐβασίλευσεν Ὁρμίσδας ἔτος ἕν. Περσῶν δʹ ἐβασίλευσεν Οὐαραράνης ἔτη γʹ. Ῥώμης κδʹ ἐπίσκοπος Στέφανος ἔτη βʹ. Ῥώμης κεʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ῥώμης κςʹ ἐπίσκοπος ∆ιονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιδʹ ἐπίσκοπος ∆ημητριανὸς ἔτη δʹ. Ἀντιοχείας ιεʹ ἐπίσκοπος Παῦλος ὁ Σαμοσατεὺς ἔτη ηʹ. Οὗτος ἐξώσθη θείᾳ ψήφῳ καὶ κρίσει πατέρων ἁγίων τὴν Ἀρτέμωνος ἀνανεωσάμενος αἵρεσιν. Ἀντιοχείας ιςʹ ἐπίσκοπος ∆ομνῖνος ἔτη γʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος ∆ιονύσιος ἔτη ιζʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος