209
δὲ ἄλλως αὐτοῖς οὐκ ἂν ἐξέσται, εἰ μὴ πρότερον πολλὰ ψεύδη καὶ συκοφαντίας πλάσαντες, ἐκπολεμώσουσιν ἡμᾶς ἀλλήλοις. εἰς ὅσον δὲ ἀτοπίας ἐξελάσει τὰ πράγματα ἡμῖν, ἂν συμβῇ τοιαῦτα, καὶ αὐτὴ μὲν ἂν συνορῴης οὖσα συνετὴ, σαφέστερον δὲ διδάξω καὶ αὐτός. ἢ γὰρ ἐμὲ παρὰ πάντα δικαίου λόγον ἀνάγκη ἀποθνήσκειν, ἔργον γεγενημένον συκοφαντίας καὶ διαβολῆς, ἄνθρωπον οὐ μόνον εὔνουν βασιλεῖ καὶ τοῖς ἐκείνῳ προσήκουσιν ὑμῖν ἐπὶ τοσοῦτον χρόνον ἐξητασμένον ἀκριβῶς, ἀλλὰ καὶ τὰ Ῥωμαίων πράγματα ἀδόλως καὶ καθαρῶς διῳκηκότα, ὃν εἰ κατὰ δή τινα τύχην παρὰ βαρβάροις δή τισι συνέβαινε διατρίβειν πόῤῥω τῆς Ῥωμαίων γῆς, πολλῆς ἂν ᾖτε μέμψεως ἄξιοι δικαίως καὶ κατηγορίας, εἰ μὴ πᾶσαν ἔθεσθε 2.43 σπουδὴν ἐπανάγειν καὶ ἀνακαλεῖσθαι, χρησόμενοι ᾗ αὐτῷ προσῆκεν. ἢ εἰ μὴ αὐτὸς ἑκὼν αἱρήσομαι τὸν θάνατον, ἀλλ' ἐθελήσω προνοίας ἐμαυτὸν ἀξιοῦν καὶ μὴ καταπροΐεσθαι τοῖς βουλομένοις τὴν σωτηρίαν, ἀνάγκη σοῦ ἀφίστασθαι καὶ σώζειν ἐμαυτόν. τούτου δὲ γενομένου, ὅτι πλείους ἐμοὶ τῶν Ῥωμαίων ἕψονται καὶ πόλεμος ἐμφύλιος ἔσται χαλεπὸς καὶ πόλεων ἀναστάσεις καὶ μυρίων φθοραὶ πραγμάτων καὶ συμπάσης, ὡς εἰπεῖν, κατάλυσις τῆς Ῥωμαίων ἡγεμονίας, πάντα ὁντινοῦν οἴομαι μὴ ἀγνοεῖν, τὸν καὶ ὁπωσοῦν φρενῶν μετειληχότα. ὧν τὰς δίκας παρ' ἀμφοτέρων λήψεται ἡμῶν ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς ὁ πάντας μέλλων κρίνειν ζῶντας καὶ νεκροὺς, ὡς τούτων αἰτίους πάντων γενησομένους, μᾶλλον δὲ παρὰ μόνης σοῦ, τῆς μήτε παρ' ἑαυτῆς τὸ δέον συνιείσης, μήτε παρ' ἐμοῦ μαθεῖν διδάσκοντος βουλησομένης. ἐγὼ γὰρ αὐτὸς διϊσχυρίζομαι καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, ὡς οὐδὲν παραβήσομαι τῶν δεόντων, οὐδ' ἔστιν ὅ με πείσει πρόφασιν αὐτὸν τῷ πολέμῳ παρασχέσθαι. εἰ μὲν οὖν οὕτω πέπεικας σαυτὴν, ὥστε μηδὲν μηδέποτε φαῦλον λογίζεσθαι περὶ ἐμοῦ, ἀλλὰ καὶ πάντα ἡγεῖσθαι πράττειν καὶ διανοεῖσθαι ὑπὲρ σοῦ τε καὶ βασιλέως τοῦ σοῦ παιδὸς, τοὺς δὲ διαβάλλοντας ἡγεῖσθαι συκοφάντας καὶ κοινοὺς ἐχθροὺς καὶ μηδέποτε αὐτοῖς ὡς ἀληθεύουσι μὴ μόνον μὴ πιστεύειν, ἀλλ' οὐδὲ τὴν ἀρχὴν αὐτοῖς ὑπέχειν οὖς πρὸς τὰς συκοφαν 2.44 τίας, δίκαιά τε ὁμοῦ καὶ σαυτῇ τε καὶ ἐμοὶ συμφέροντα ἐβουλεύσω καὶ πᾶσι τοῖς Ῥωμαίων πράγμασι κοινῇ, καὶ αὐτὸς τῆς διοικήσεως ἔχεσθαι πείθομαι τῶν κοινῶν. εἰ δὲ πρὸς ταῦτα τὴν ψυχὴν ὁρᾷς ἀδυνατοῦσαν καὶ ἀμφιβόλους δόξας ἔχουσαν περὶ ἐμοῦ, τί δεῖ σφίσι τε αὐτοῖς κἀμοὶ πράγματα παρέχειν, ἀλλὰ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, ἐμὲ μὲν ἐᾷν οἴκοι καθῆσθαι τὴν ἀπραγμοσύνην ᾑρημένον, αὐτὴν δ' ἅμα πατριάρχῃ καὶ τοῖς ἄλλοις, πολλοῖς τε καὶ ἀγαθοῖς οὖσι, τὰ κοινῇ συμφέροντα Ῥωμαίοις πράττειν; οὐδὲ γὰρ ἀνόητος, οὐδ' οὕτως ἔξω φρενῶν ἐγὼ, ὥστ' εἰς προὖπτον κίνδυνον ἐμβάλλειν ἐμαυτὸν, καὶ ταῦτα μέλλων, μὴ χρημάτων μόνον τῶν ἰδίων ὑπὲρ τῶν κοινῇ Ῥωμαίοις συμφερόντων, ἀλλ' οὐδ' αὐτῆς, εἰ δεήσει, φείδεσθαι ψυχῆς, πάντως δὲ δεήσει καὶ πολλάκις, μηδεμίαν δὲ ἑτέραν τῶν πόνων καὶ τῶν κινδύνων καὶ τῶν τοσούτων ἀναλωμάτων τὴν ἀντιμισθίαν ἀπαιτεῖν, ἢ πρῶτον μὲν τὸ ἀπαθῆ κακῶν διατηρεῖσθαι, δεύτερον δὲ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις εὔκλειαν καὶ εὐδοξίαν, ἧς τὸ μὴ ἡττῆσθαι οὐ τῶν πάνυ λαμπρῶν καὶ περιδόξων, ἀλλὰ τῶν φαύλως καὶ ἀτίμως καὶ οὐδὲν ἄμεινον τῶν πολλῶν βιοῦν προῃρημένων. ἐμοὶ μὲν οὖν σκεψαμένῳ, τοιαῦτα ἔδοξε πρὸς ἐμαυτὸν ἰδίᾳ τε ἡμῶν ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ συμφέρειν. σὲ δὲ προσήκει καὶ κοινῇ μετὰ τῶν ἄλλων καὶ ἰδίᾳ σκεψαμένην περὶ τῶν αὐτῶν, ἅτ 2.45 τα ἂν εἴη λυσιτελέστερα, ἑλέσθαι. δοίη δὲ θεὸς ἑλέσθαι τὰ βελτίω. ʹ. Τοιαῦτα πρὸς βασιλίδα μετὰ παῤῥησίας τοῦ μεγάλου δομεστίκου καὶ χωρίς τινος περικαλύμματος διειλεγμένου, ἐπῄνεσέ τε τοὺς λόγους καὶ αὐτὴ, ὡς οὐ σκληρῶς οὐδὲ τραχέως, ὥσπερ προοιμιαζόμενος εἶπεν, εἰρημένους, ἀλλ' ἀληθείας τε ἐχομένους καὶ δικαιοσύνης καὶ παῤῥησίας πρεπούσης φίλῳ ἀληθεῖ. περὶ μὲν οὖν τοῦ πρότερόν τε καὶ νῦν ὁμοίως μάλιστα εἶναι δυνατὸν αὐτῷ, εἰ ἐβούλετο, τὴν Ῥωμαίων βασιλείαν ἑαυτῷ περιποιεῖν, σαφέστατα πάντων αὐτὴ