209
σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς ̓Αγρίππας ἐν ̔Ρώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ον αὐτίκα πέμπειν ωρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ' αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν ειναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν ουν Κούσπιον Φάδον τῆς ̓Ιουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον υβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν ̓Ιουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἱ δ' ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν ̔Ιεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ομως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ' αὐτοῖς ειναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν ̔Ρώμην τῶν πρέσβεων, ὁ τοῦ ̓Αγρίππου παῖς ὁ νεώτερος ̓Αγρίππας ἐκεῖ διάγων, ὡς ειρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς ̓Ιουδαίοις εχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ ̔Ηρώδης δὲ ὁ τοῦ ̓Αγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος αρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ετυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν ̔Ιεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, ̓Ιωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. 2.36 ̓Εν τούτῳ τῷ χρόνῳ ἡ τῶν ̓Αδιαβηνῶν βασιλὶς ̔Ελένη καὶ ὁ παῖς αὐτῆς ̓Ιζάτης εἰς τὰ Ἰουδαίων τὴνδιαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν ̓Αδιαβηνῶν βασιλεύς, ῳ καὶ Βαζαῖος ἐπίκλησις ην, τῆς ἀδελφῆς ̔Ελένης ἁλοὺς ερωτι, αγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ ουσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας εδοξεν ἀκούειν φωνῆς αραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ αρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς ουν ὑπὸ τῆς φωνῆς εφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα ̓Ιζάτην ὠνόμασεν. ην δ' ετερος τούτου πρεσβύτερος ἐκ τῆς ̔Ελένης αὐτῷ γεννηθεὶς αλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, εστεργε δὲ τὸν ̓Ιζάτην ωσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς ̓Αβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ος ἀσμένως τὸν ̓Ιζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν ̓Ιζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος ουν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ῃ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. ̓Εκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς ̔Ελένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οις ἀφικομένοις "οὐ λέληθεν" ειπεν "ὑμᾶς οτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν ̓Ιζάτην ηθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ' ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ2.37 βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι." οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ελεγον, καὶ ὑπείξειν ἑκόντες ̓Ιζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ιν' ἀσφαλῶς ἐκεῖνος αρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ ̓Ιζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις αν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, εως αν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ηκεν ουν ὁ ̓Ιζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Οντι δ' αὐτῷ ἐν τῇ ἀποδημίᾳ ̓Ιουδαῖός τις ̓Ανανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν ̓Ιουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν ̔Ελένην ὑφ' ἑτέρου ̓Ιουδαίου