209
εὐπειθής. ̓Αριστοφάνης· ἀλλ' εὐπαράγωγος ει θωπευόμενός τε χαίρεις. Εὐπάροιστοι. οἱ εὐπαράγωγοι. Εὐπατρίδαι. εὐγενεῖς, η ἀπὸ χώρας καλῆς. Ευπακτοσ. καλῶς πεπηγμένος. Εὑρεσιεπήσ. καινολόγος. Εὑρεσιλόγοσ. φλύαρος. Ευρινοσ. ὁ εὐόσφρητος. καὶ εὐρινώτατος. epsilon.902 Ευριποσ. πέλαγος στενόν. η τὸ ὑδατῶδες καὶ μεταξὺ δύο γαιῶν. Ευριποσ. ὁ μεταξὺ Βοιωτίας καὶ ̓Αττικῆς. ἑπτάκις δὲ τῆς ἡμέρας τὸ υδωρ ἐκεῖσε τρέπεται. Εὐρυκρείων. μεγάλως βασιλεύων. Εὐρύοπα. μεγαλόφωνον. Εὐρύωπα δὲ, μεγαλόφθαλμον, μέγα. Εὐρυσθενοῦσ. μεγαλοδυνάμου. Εὐρώσ. ὑγρότης σεσηπυῖα. σηπεδών. παρὰ τὸ αυρα, αὐρὼς, καὶ τροπῇ εὐρὼς, τοῦ εὐρῶτος, τῷ εὐρῶτι. καὶ εὐρωτιῶ. Εὐρώεισ. πλατύς. Εὐριπίδησ. κύριον. καὶ γὰρ ἐν τῷ Εὐρίπῳ φασὶ γεννηθῆναι αὐτόν. τὰ διὰ τοῦ ˉιˉδˉηˉς ἀπὸ τῶν εἰς ˉοˉς διὰ τοῦ ἰῶτα γράφεται. οιον Κρόνος, Κρονίδης, Πρίαμος, Πριαμίδης, Ευριπος, Εὐριπίδης. χωρὶς τοῦ Κύθνος, Κυθνείδης, ονομα κύριον. Εὐρύσ. ὁ πλατύς. παρωνύμως. παρὰ τὸ ευρος εὐρὺς, ὡς θράσος θρασὺς, κότος κοτὺς καὶ ιππος ἱππύς. Εὐρύπυλοσ. ἀπὸ τοῦ εὐρὺς καὶ τοῦ πύλη. τὰ δὲ εἰς ˉυˉς ὀξύτονα σύνθετα ἀποβάλλει τὸ ˉς, οιον· ὠκὺς, ὠκύμορος, ταχὺς, ταχυθάνατος. σεσημείωται τὸ Πολύμνια ἀπὸ τοῦ Πολυύμνια ἀποβολῇ τοῦ υ. καὶ δεῖ γινώσκειν, οτι τὰ εἰς ητα λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει η φυλάσσει τὸ τέλος, ὡς μάχη, ̓Ανδρομάχη, η τρέπει αὐτὸ εἰς ˉοˉς, ὡς φωνὴ, ευφωνος, η εἰς ˉοˉν, ὡς epsilon.903 τρίπυλον, η τὸ ˉς προσλαμβάνει, ὡς γυνὴ μισογύνης. ουτως ουν καὶ πύλη Εὐρύπυλος. Εὐρυτίων. κύριον. παρὰ τὸ Ευρυτος Εὐρυτίων, ὡς Ηφαιστος, ̔Ηφαιστίων. Ευσημοσ. περιφανής· λαμπρός· καλός· ἀγαθός. Ευσκαρφοσ. εὐκίνητος. ταχύς. Εὐσταλήσ. καλῶς ἐστολισμένος, η κοῦφος. Ευστομον. εὐπρόσωπον, ἀπὸ μέρους. Εὐσύνοπτον. εὐεπίγνωστον. Εὐτειχεῖ. καλῶς τετειχισμένῳ. εὐτειχεῖ πάγῳ, καὶ εὐτειχεῖ θαλάμῳ. Εὐτρεπισμόσ. ἡ ἑτοιμασία. Ευτμητοσ. εὐκόλως η μετὰ τέχνης τεμνόμενος. Ευτονοσ. γενναῖος. Εὐτράπελοσ. ὁ ἐπιμελῶς παίζων, η ὁ κοῦφος καὶ μωρὸς καὶ ἀπαίδευτος. κυρίως δὲ ὁ μιμολόγος, ὁ γελωτοποιός. η ὁ εὐχερῶς καὶ εὐκόλως τρεπόμενος κατὰ τὸν βίον, καὶ πάσας συμφορὰς ὑπομένων. ωσπερ παρὰ τὸ εικω, τὸ ὁμοιῶ, γίνεται εικελος, ουτως καὶ παρὰ τὸ τρέπω, ετραπον, τράπελος καὶ εὐτράπελος. Εὐτελεῖσ. τὸ τέλος πολλὰ σημαίνει. σημαίνει γὰρ καὶ δαπάνην. ἀφ' ου τὴν πολυτέλειαν φασίν. καὶ εὐτελεῖς τινὲς τοὺς μὴ ἐπιπολὺ χωροῦντας. ̓Εΰσ. ἀγαθός. ὡς παρὰ τὸ ηδω ἡδὺς καὶ βρίθω βριθὺς, ουτως καὶ παρὰ τὸ εω, τὸ ὑπάρχω, epsilon.904 ἐΰς. τὸ γὰρ ἀγαθὸν καὶ βέβαιον καὶ ἑδραῖον ὑπάρχει. η παρὰ τὸ ἐῶ, τὸ εὐφραίνομαι καὶ ηδομαι. οιον· -ἐπεί με πρῶτον εασας. ἀντὶ τοῦ ηδυνας. ὁ δὲ ̔Ηρωδιανὸς λέγει, παρὰ τὸ ἐῶ γίνεται ἐὸς καὶ ἐξ αὐτοῦ ἐῢς, ὡς ιππος, ἱππύς. †Ευφωροσ. ὁ καλῶς κλέπτων.† Ευφοροσ. κοῦφος, ἐλαφρός. ὁ δὲ θυρεὸς τῶν ̓Ιβήρων ευφορος. Ευφροσ. ὁ ευθυμος. Εὐχερήσ. κυρίως ὁ εὐκαταπάλαιστος η ὁ εὐκαταγώνιστος. καὶ εὐκατάγνωστος. ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν, η τῶν πολεμιστῶν, παρὰ τὸ χεῖρα. καταχρηστικῶς δὲ ὁ ἐπιεικὴς καὶ μὴ ἀντιπαλαίων. Εὐχαίτησ. ὁ καλόθριξ. εὐχετὴς δὲ ὁ εὐχὴν ποιῶν, ψιλόν. Εὐχίδησ καὶ Ασσαπος καὶ Χρυσόμαζος καὶ ̓Εχίων. ὀνόματα κύρια. ὑπῆρχον ουτοι ὠκύτατοι τοῖς ποσίν. Εὐχυλότεροσ. ὁ ταχέως πεττόμενος. Ευωποσ. ὁ εὐόφθαλμος. Εὐώνυμοσ. ὁ ἀριστερός. Εὐώδησ. εστιν αω τὸ πνέω· μετὰ τοῦ δυς μορίου καὶ τοῦ ευ γέγονε δυσαὴς καὶ εὐαής· ἡ γενικὴ τῶν πληθυντικῶν δυσαέων καὶ εὐαέων, καὶ ἐξ epsilon.905 αὐτοῦ δυσαώδης καὶ εὐαώδης, καὶ κατὰ συγκοπὴν δυσώδης καὶ εὐώδης. Ευωροι. ἀπαραφύλακτοι. Εὐφορίων· οὐ δέ τι ευωροι θυέων. παρὰ τὸ ευ ὠρεῖν καὶ φυλάσσειν. κατὰ ἀντίφρασιν. Ευψυχοσ. ευθυμος. καρτερικός. ἱλαρός. Ευρηνοσ. ὁ καλλιπρόβατος. πάμπαν ευρηνός τε καὶ ευβοτος. Εὐσπειρῆ. καλῶς συνεσπειραμένον. τὸν εὐσπειρῆ δὲ δράκοντα. Εὐθὺς καὶ εὐθύ. καὶ ὡς ονομα καὶ ἐπίῤῥημα. παρὰ τὸ ευ μόριον, καὶ τοῦ θύω τὸ ὁρμῶ. ὁ μέλλων θύσω, ὡς δώσω, δώς. τὸ εὐθὺ σημαίνει τὸ καλῶς ὁρμῶ· καὶ τὸ παραχρῆμα καὶ ταχύ. (Θηλυκόν.) Ευα.