209
διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει, Εἰσελθέτω. Εἰσῆλθεν οὖν ὁ προφήτης, ὁρῶν αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς, καὶ τοῦ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησιν; ∆ίκην ἔχω, ἄκουσόν μου. Ὦ σοφία ἰατροῦ! Εἰσῆλθεν βαστάζων σιδήριον, ἵνα τέμνῃ τὸ ἕλκος, ἀλλ' οὐ δεικνύει τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας, καὶ κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον, ἀλλὰ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν· Ὦ παράνομε! ὦ βέβηλε! ὦ μοιχέ! ὦ ἀνδροφόνε! Οὐ γυμνὸν τὸν ἔλεγχον ἔχων, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥησίαν, ἀλλὰ τὸ σιδήριον ἐγκεκρυμμένον. Καὶ λέγει· ∆ίκην ἔχω, ὁ βασιλεύς. Ὁ δέ· Εἰπὲ τὴν δίκην. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης, ὃς οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα, ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου ἔπινεν, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾷς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν· ἐπὶ γὰρ τῶν πλουτούντων πολὺς ὁ τύφος, ἐπὶ δὲ τῶν πενήτων ἡ γυνὴ ὑπηρέτις γίνεται, καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτῷ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως· ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω· καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τύφος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ· ὁ δὲ Κύριος οὐχ οὕτως. Καὶ γὰρ καὶ ἐγέννησεν ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. ∆ιὰ τοῦτο καὶ ἀντὶ βρώματος τὴν ἰδίαν αὐτοῦ σάρκα ἡμᾶς ἔθρεψεν, καὶ ἀντὶ πόματος τὸ ἴδιον αἷμα ἐπότισεν. Ἦλθε τοίνυν ὁ ξένος ἄνθρωπος πρὸς τὸν πλησίον ἐκεῖνον. Τίς ὁ ξένος; ἡ ἐπιθυμία ἀκόλαστος, ἡ θηριώδης ἐκείνη. Ἦλθε, καὶ οὐκ ἔλαβεν ἀπὸ τῶν ποιμνίων καὶ τῶν βουκολίων αὐτοῦ, ἀλλὰ πέμψας ἥρπασεν τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν καὶ ἀπὸ τῆς τρα 96.125 πέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς. Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν, καὶ τὸ δίκαιον ἐξέφηνεν μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐκ ἦν γὰρ φιλοστοργία, ἵνα μὴ εἴπῃ τὴν ἀλήθειαν· ἀλλ' ὠργίσθη μὴ βουλόμενος, καὶ λέγει τὸ δίκαιον. Ἐν ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλασίονα ἀποτίσει. Καὶ οὐ κελεύει κατὰ τὸν νόμον· ὁ γὰρ νόμος οὐ κελεύει τὸν κλέπτην τετραπλασίονα ἀποδοῦναι· οὗτος γὰρ καὶ τὸν νόμον ὑπερέβη. Ἐξέβαλε τοίνυν ψῆφον, καὶ ἡ δίκη ἦν ἀπηρτισμένη. Ῥίπτει τὸ προσωπεῖον, καὶ λέγει ὁ προφήτης· Σὺ εἶ βασιλεῦ. Τί οὖν αὐτός; Ἥμαρτον τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς. Οὐ γὰρ εἶπεν πρὸς αὐτόν· Ἄθλιε καὶ ταλαίπωρε, πόθεν ὁρμώμενος, καὶ τίνι πεποιθὼς, πεπαῤῥησιασμένως εἰσῆλθες, καὶ ἀπονοίᾳ, καὶ τύφῳ βριθόμενος, βασιλέα οὕτω φανερῶς ἐλέγξαι βουλόμενος; Ἀλλὰ τί λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ. Τί οὖν αὐτός; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. ∆ιὰ πραγμάτων παρώξυνες, διὰ ῥημάτων μετανόει. Ταῦτα λέγω, ἵνα ἀκούωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ πεπτωκότες ἁμαρτήμασιν. Ἡμάρτηκα τῷ Κυρίῳ, καὶ ἀφῆκε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπες, Ῥομφαία πεσεῖται ἐπ' αὐτὸν, ἀλλὰ σὺ οὐ μὴ ἀποθάνῃς. Ἠράσθης πόρνης, καὶ ἐπόρνευσας; θέλεις μετανοῆσαι; μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν. ∆ιὰ τοῦτο ἀκροθίνια τῆς ἁμαρτίας ἐξελέξατο ὁ Θεὸς, ἵνα μηδεὶς τῶν μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; ἐννόησον τοὺς μάγους. Ἅρπαξ εἶ; ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; ἐννόησον τὴν πόρνην. Ἀνδροφόνος εἶ; ἀναλόγισαι τὸν λῃστήν. Παράνομος εἶ; ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρότερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πιστευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γενόμενον· πρότερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκοδομοῦντα. Εἶδες ὑπερβάλλουσαν κακίαν, εἶδες νικῶσαν ἀρετήν· εἶδες ἀπόνοιαν δούλου, εἶδες