15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οὐδὲ ῥοπαὶ πρὸς τὰ σώματα· «συνέκλεισε γὰρ ὁ θεός», ἵν' ἄλλον τρόπον αὐτὸς εἴποιμι παρ' ὃν ᾐνίξατο ὁ ἐν τῷ Ἰὼβ λόγος, ἐνταῦθα μὲν δοκιμασίαν καὶ πύρωσιν, ἐκεῖσε δὲ τὴν τῶν πεπραγμέ νων ἀντίδοσιν. Τοῦτον δὴ τὸν λόγον ἀσφαλῆ καὶ ἡμεῖς ἔχοντες ἄγκυραν, ἐνταῦθα μὲν καλῶς ἀπευθυνώμεθα τῇ παρὰ τοῦ πλάσαντος οἰκονομίᾳ καὶ ταῖς θείαις ἄριστα διοικήσεσιν ἐξαγώμεθα, μήτε πρὸς τὴν πενίαν ἀποδυσπετοῦντες μήτε διὰ τὸν πλοῦτον ὑβρίζοντες· ἐκεῖσε δὲ γενόμενοι τύχοιτε τῆς αἰωνίου καὶ ἀμεταπτώτου ζωῆς.
93 Εἰς τὸ «πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον»
Οὔτε πηγὴ ἐλευθέρα καὶ προκειμένη καὶ ἄφετος, οὔτε μὴν λειμὼν πρό χειρος ὢν εἰς τὸ δρέπεσθαι τὰς ἐφέσεις ἀκριβῶς τῶν ἐρώντων δοκιμάζειν εἰώθασι· τὸ γὰρ ῥᾴδιον πρὸς καταφρόνησιν ἕτοιμον. διὰ τοῦτο οὐδ' ἡμεῖς τὴν τοῦ λόγου πηγὴν καὶ τὸν τῆς ἐννοίας λειμῶνα ἀνεῳγμένα καὶ χύδην προτιθέαμεν, ἀλλ' ὡς οἷόν τε τὸ μέν τι δίδομεν πιεῖν ἢ δρέπεσθαι, τὸ δ' ἄλλο ἐπέχομεν, τὴν ὑμετέραν διάνοιαν βασανίζοντες, εἰ μὴ μᾶλλον τῷ προειλημμένῳ χαίρει ἢ δάκνεται τῷ μὴ δεδομένῳ. ἐπεὶ τοιγαροῦν οὐκ ἐψεύσθημεν τῆς δοκιμασίας, ἀλλὰ τοιούτους ὑμᾶς εὑρήκαμεν, πειρατέον τὸ λειπόμενον τῆς θεολογικῆς ἐννοίας ἀναπτύξαι τὴν σήμερον καὶ ὁλό κληρον ἀποδοῦναι τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν. Ἔστι δὲ τὸ ἐλλελειμμένον τὸ «καὶ πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον». καὶ πρῶτόν γε ἀπορητέον τί ποτε τῷ πατρὶ ἐνταῦθα νενόηται τὸ μυστήριον· δύο δὲ ἄνω προτεθειμένων αὐτῷ κώλων, τῆς τε «ἐνταῦθα οἰκονομίας» καὶ τῆς «ἀλλαχόσε μεταστάσεως», πρὸς τί τούτων ἐπαχθείη τὸ πέρας. ἆρα γὰρ πέρας τῆς ἐνταῦθα οἰκονομίας τὸ νεύειν πρὸς θεὸν καὶ θεοῦσθαι ἢ τῆς ἐν ἄλλοις μεταθέσεως; ζητητέον δὲ καὶ εἰ ἐν ἀμφοτέροις τοῖς βίοις νεύειν δυνάμεθα πρὸς θεὸν καὶ πάσχειν τὴν παρ' ἐκείνου θέωσιν. ἔμοιγ' οὖν δοκεῖ πρὸς ἀμφότερα τὸ πέρας ἐπαχθῆναι τῷ θεολόγῳ, καὶ μυστήριον ἄμφω καλεῖν, τήν τε ἐνταῦθα οἰκονομίαν καὶ τὴν ἐν ἄλλῳ βίῳ μετάθεσιν. οὐδὲ γὰρ μάτην τὸ διεσπουδασμένον τῷ θεῷ ζῷον, ὁ ἄνθρωπος, μυρίαις διοικήσεσι καὶ λόγοις ἀρρήτοις κἀνταῦθα οἰκονομεῖται καὶ ἀλλαχοῦ μεθίσταται, ἀλλὰ πρός τί που πάντως ἡ μυρία περὶ τοῦτον ἀφορᾷ πρόνοια, πρὸς ὃ δεῖ καταντῆσαι ἡμᾶς οἰκονομουμένους καὶ μετατιθεμένους.
«Καὶ πέρας», γοῦν φησιν ὁ μέγας, «τῇ πρὸς θεὸν νεύσει θεούμενον», τουτέστι, τὸ δὲ κεφάλαιον τῆς πάσης περὶ αὐτὸν οἰκονομίας καὶ μεταθέ σεως τοῦτό ἐστι, νεύειν πρὸς θεὸν καὶ θεῖον ἢ θεὸν γίνεσθαι. ἀλλὰ τὸ μὲν νεύειν τῇ ἐνταῦθα οἰκονομίᾳ δοτέον, τὸ δὲ «θεοῦσθαι» τῇ ἑτέρᾳ δι αγωγῇ ἐφ' ἣν μετατίθεται· οὔτε γὰρ ἐκεῖσε γεγονότες νεύειν δυνάμεθα οὔτ' ἐνταῦθα τυγχάνοντες καθαρῶς θεοῦσθαι. ἡ μὲν γὰρ νεῦσις φιλο πονίας ἔργον καὶ ἀρετῶν ἐργασίας, ἡ δὲ θέωσις πάσης πράξεως καὶ θεωρίας συμπέρασμα. πῶς οὖν δυνατὸν ἢ ἐνταῦθα θεοῦσθαι ἡμᾶς, πόρρω κειμένους τοῦ συμπεράσματος, ἢ ἐκεῖσε νεύειν πρὸς θεόν, ἐργάζεσθαι τὴν ἀρετὴν μὴ δυναμένους; ἔχει δέ τινα καὶ βαθυτέραν τὸ «νεύειν» ἔννοιαν· ὥσπερ γὰρ ἐν μεθορίῳ τῆς ὕλης καὶ τοῦ θεοῦ κείμενοι νεύειν λεγόμεθα, εἰ πρὸς ἓν τούτων ἀπίδωμεν. καὶ ὥσπερ ὁ πρὸς τὴν ὕλην νεύσας ὁμοῦ τῇ νεύσει ὑλαῖος ἐγένετο, τὸ αἶσχος ἐκείνης ἀναμαξάμενος, οὕτως ὁ πρὸς θεὸν μετακλίνας καὶ οἷον «πρύμναν κρουσάμενος» καὶ ἑτεροκλινὴς γεγο νώς, ὁμοῦ τῇ μετακλίσει καὶ τὸ τῆς θεώσεως ἔσχεν ἀξίωμα. ἀλλ' οὐχ ἁπλοῦν τὸ νεύειν ἢ πρὸς τὴν ὕλην ἢ πρὸς τ[ὸν] θεόν· ἦ γὰρ ἂν ῥᾳδίως ἀπε θεούμεθα, νεύοντες ὁσάκις ἂν ἡμῖν ἦν βουλητόν. ∆εῖ οὖν γνῶναι ὁπόσα μεταξὺ ἡμῶν καὶ θεοῦ· πρῶτον μὲν ὁ ἄδυτος «γνόφος», ὃν μόλις πού ποτε τῶν λογικῶν τινες ὑπερέβησαν· ἔπειτα αἱ μετὰ τὸν γνόφον δυνάμεις, ἀφ' ἑνὸς