209
στευμένος, ἀντὶ τοῦ, Ἀληθὴς εἶ, καὶ λίαν ἀληθής. Εὐλογητὸς τοίνυν εἰς τὸν αἰῶνα· βεβαιοῖς γάρ σου τοῖς ἔργοις τὰς ὑποσχέσεις.
ΕΡΜΗΝ. ΤΟΥ ΠΘʹ ΨΑΛΜΟΥ. αʹ. "Προσευχὴ τῷ Μωσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ." Τινὲς μὲν τῶν συγγραφέων
τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν· τινὲς δὲ συγ γραφέα αὐτῆς εἶπον τὸν μακάριον ∆αβὶδ εἶναι, προσ αρμόσαι δὲ αὐτὴν Μωσῇ τῷ θεσπεσίῳ· διπλῆν 80.1600 δὲ ὅμως ὁ ψαλμὸς χρησμολογίαν ἔχει. Προθεσπί ζει γὰρ, οὐ μόνας τῶν Ἰουδαίων τὰς συμφορὰς, ἀλλὰ καὶ πάσης τῆς ἀνθρωπείας φύσεως διδάσκει τὸ φθαρτὸν καὶ ἐπίκηρον. Προλέγει δὲ τὴν ἐπὶ τὸ κρεῖττον καὶ τούτων κἀκείνων μεταβολήν. [Ἀκρι βῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου ∆α βὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, κατα φυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ." Ἰου δαίων μὲν γὰρ ἐγένετο καταφυγὴ, οὐκ ἐν Αἰγύπτῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπὶ Γεδεὼν, Βαράκ τε καὶ Ἰεφθάε, καὶ Σαμψὼν, καὶ Σαμουὴλ, καὶ ∆αβίδ· καὶ διὰ τῶν προ φητῶν αὐτοὺς πάσης κηδεμονίας ἠξίωσε, καὶ βα σιλευομένοις πάσης ἐπικουρίας μετέδωκε. Πᾶσα δὲ τῶν ἀνθρώπων ἡ φύσις τούτοις κέχρηται τοῖς λό γοις, τῶν παντοδαπῶν εὐεργεσιῶν ἀναμιμνήσκουσα τὸν Θεὸν, ὅπως τὸν Ἐνὼχ μετέθηκεν, ὅπως ἁπάν των τὸν θηριώδη βίον ἀσπασαμένων, σπινθῆρα τῷ γένει τὸν θεσπέσιον διεφύλαξε Νῶε, ὅπως τὸν πα τριάρχην Ἀβραὰμ ἐκλεξάμενος, πᾶσιν ὑπέσχετο τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Οὐ γὰρ, ὥς τινες τῶν ἀπί στων τολμῶσι λέγειν, ἐκ μεταμελείας εἰς τὴν τῶν ἐθνῶν ἦλθεν εὐεργεσίαν τῶν ὅλων ὁ Κύριος, ἀλλὰ ἀεὶ πάντων ἀνθρώπων προμηθούμενος διετέλεσε [τῶν ὅλων ὁ Κύριος, καὶ πρὸ τῆς ἀκαταλήπτου αὐτοῦ ἐνανθρωπήσεως]. Καὶ τοῦτο ἡμᾶς ἡ προφη τεία ἐδίδαξε λέγειν· "Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ." Ἀεὶ γὰρ τῆς σῆς ἐλ πίδος ἀπηλαύσαμεν, ∆έσποτα. βʹ. "Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ." Τῶν γενητῶν γὰρ προ ϋπάρχεις ἁπάντων, καὶ τῶν ὀρῶν, καὶ τῆς γῆς, καὶ τῆς οἰκουμένης ἁπάσης· αἰώνιος γὰρ εἶ, ἄναρχός τε καὶ ἀτελεύτητος, οὐδενὶ περιοριζόμενος πέρατι. Τῷ γὰρ, "Πρὸ τοῦ ὄρη γενηθῆναι," τὸ, Σὺ εἶ, συν απτέον. γʹ. "Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνω σιν." Ἱκετεύω σε τοίνυν τὸν ἀΐδιον, τὸν αἰώνιον, τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς. Ἐπειδὴ γὰρ αὐτὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο εἰρηκὼς, "Ἐν ἱδρῶτι τοῦ προσώπου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀπο στρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·" ἁρμοδίως ὁ προφητικὸς λόγος ἱκετεύειν διδάσκει, μὴ ἀποστραφῆναι παντάπασιν εἰς ταπείνωσιν καὶ εἰς τὴν συγκληρωθεῖσαν ταλαι 80.1601 πωρίαν. Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγ κασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδρα ποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι. "Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων." Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ἐρεῖς, Ἐπιστράφητε, υἱοὶ τῶν ἀνθρώπων. Οὐ μάτην, φησὶν, ἀντιβολοῦμεν, ἀλλ' εἰδότες σαφῶς, ὡς δέξῃ τὰς ἡμετέρας ἱκετείας, καὶ μεταβολὴν ἡμῖν τῶν παρόντων ἐργάσῃ κακῶν· παραινῶν ἐπιστρέψαι, καὶ τῆς προτέρας πονηρίας ἀπαλλαγῆναι. δʹ. "Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε· ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί." Μεθυπέρβατός ἐστι τῶν ῥημάτων ἡ διάνοια. Τοῦτο γὰρ τῷ προτέρῳ συνήρμοσται, "Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί." ∆ιὰ μέσου δὲ πρόσκειται τὸ, "Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων." Λέγει δὲ, ὅτι Σμικρά τίς ἐστι καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή· σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρεί κασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός. Φυλα κὴν γὰρ νυκτερινὴν, τὸ τέταρτον