209
ἀτιμασθήσεται. Τί δὲ τοσαύτην ἕλκεις νηστείαν, ἀδελφέ, τριημερίζουσαν; εὖ ποιεῖς, δουλαγωγῶν τὴν σάρκα καὶ ὑποπιέζων· ἀλλὰ τήρησον μέτρον, ὃ δύνῃ ἀποπερᾶναι μεθ' ὑγείας τοῦ σώματος, καὶ τοῦτο κράτιστον. τὸ λοιπὸν προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ εἰς τὸ σῴζεσθαι. ὁ σὺν ἐμοὶ προσαγορεύει. τοὺς σὺν σοὶ ἀσπάζομαι. 335 {1Ἄνθῳ τέκνῳ}1 Καὶ γράφων σοι, τέκνον, καὶ μὴ γράφων ἀληθάργητόν σε ἔχω ἐν τῇ ταπεινῇ μου ψυχῇ οὐ μόνον διὰ τὴν ἐκ παιδὸς ἐπιμέλειάν σου τῆς ψυχῆς, ὅτι οὐ παιδικὰ καὶ νηπιάζοντά σου τὰ φρονήματα, γηράλεα δὲ καὶ ἀνδρικά, οὐκ ἐμπαρέντος ἐν ἀκαθέκτοις ὁρμαῖς καὶ φαύλοις δράμασιν, ἀλλὰ γὰρ καὶ διὰ τὸ συνεῖναί σε τῷ ἐμῷ μόνῳ ἀδελφῷ καὶ σοῦ πατρί· ἀρετῆς γάρ σου οὐ τῆς τυχούσης δεῖγμα, ἐκ πάντων εἰλῆφθαι αὐτῷ εἰς συγκακοπάθησιν εἴτουν ὑπηρεσίαν. ἔχου τῆς διακονίας σου, ὡς ἐν ὀφθαλμοῖς Κυρίου πάντα ποιῶν καὶ λέγων, ἐν ᾧ ὁ μισθός σου πολὺς καὶ ἡ δοκιμή σου χρυσῆ καὶ ἡ πίστις σου ἀκραιφνής, καὶ ἡ ἐμὴ τοῦ ταπεινοῦ πρὸς σὲ ἀγάπη Χριστοῦ γνησιωτέρα καὶ ἀποδοχὴ τῷ ὄντι πολυτελεστέρα. Βραχέα ταῦτα, ἀλλὰ δυνάμεως ἱκανῆς. προσεύχου, τέκνον ἠγαπημένον, περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ σου πατρὸς θερμῶς. 336 {1Εὐχαρίστῳ τέκνῳ}1 Καὶ πάνυ σοι χρεία ἐπιστεῖλαί με, ὦ τέκνον, κἂν αὐτὸς σὺ οὐκ ἐπεζήτησας· ἆρα γὰρ οὐκ ἐπαινετὸς καὶ ἀξιόδεκτος, ὅτι μόνος σχεδὸν ἀνατλᾷς κόπους καὶ ὁδοιπορίας κινδύνους τε καὶ περιστάσεις, διακονῶν τῷ ἁγίῳ ἀρχιεπισκόπῳ; ὡς μακαριστόν σου τὸ ἔργον, ὡς ἀθλητικόν σου τὸ δρᾶμα· ἐν μέσῳ παγίδων εἵλω διαβαίνειν, ἐπ' ἀνθράκων πυρὸς περιπατεῖν· τοιαῦτα γὰρ τὰ τῶν δυσσεβούντων. Ἀλλ' ἔτι ἴσχυε, τέκνον, καὶ ἀνδρίζου· τὴν διακονίαν σου πληροφόρησον, πολυπλασίασον τὸ τάλαντον, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακαριζόμενος εἰς αἰῶνας. τὸ λοιπὸν προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ σου πατρός. 337 {1Λέοντι}1 Εὖ πεποίηκας, τέκνον πνευματικόν, ἐπιστείλας ἡμῖν, εἰ καὶ βραχέα, πλὴν ὅτι ἀρκοῦσαν ἔχοντα δύναμιν τῆς συνέσεώς σου καὶ ὑποδεικνύντα ὅτι, εἰ καὶ τῷ σχήματι πρὸς ἡμᾶς πτόρθος, ἀλλ' οὐ τῷ τρόπῳ. σὺ δὲ καὶ ἄλλως δίκαιος ἂν εἴης συνάπτεσθαι ἡμῖν υἱικῶς, τέκνον χρηματίζων τοῦ ἀδελφοῦ ἡμῶν καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου, καὶ τέκνον γνησιώτατον· τὸ γὰρ ὀπαδὸν αὐτοῦ γενέσθαι ἐκ παντὸς τοῦ κληρικοῦ πληρώματος μόνον καὶ συναθλεῖν καὶ συνδιώκεσθαι τοῖς ὑπερέχουσι τῶν ἀδελφῶν ἀπόδειξιν πολλῆς γνησιότητος ἔχει, καὶ μὴν πρὸς θεὸν ἀγάπησιν κραταιάν. διὰ τοῦτό σε καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀγαπῶμεν καὶ περιέπομεν καὶ ἐν τῷ καταλόγῳ τῆς ἀδελφότητος ἡμῶν ἀριθμοῦμεν. 338 {1Κωνσταντίνῳ}1 Τίς ἡ αἰτία τοῦ ἐπιστεῖλαί με τῇ τιμιότητί σου; ἡ καλή σου περὶ τὴν πίστιν ὀρθότης, ὅτι οὐ συναπήχθης τοῖς χριστοδιώκταις, ῥίψας τοὺς λογισμοὺς φέρεσθαι ὅπῃ ἄγουσιν, ἀλλ' ὡς ἐπιστήμων κυβερνήτης καθέζῃ ἐπὶ τῶν νοητῶν οἰάκων, εὐθύνων τὴν ψυχικὴν ὁλκάδα εἰς καλοὺς τῆς ὀρθοδοξίας λιμένας, πρύμναν κρουσάμενος τὰς αἱρετικὰς τρικυμίας αὔραις τοῦ πνεύματος. τοῦτο ἐπεὶ ἐδιδάχθην παρὰ τοῦ ἐπιδιδοῦντός σοι τὰ γράμματα ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ, καλῶς ἔχειν ἔδοξα ἐπιστεῖλαι, συνάπτων ἐμαυτὸν τῇ ἀγάπῃ σου, ὅπερ ποιεῖν τὸν χριστιανὸν ἀναγκαῖον, μάλιστα δὲ ὅταν τέτμηται αἱρέσεως μαχαίρᾳ ὑπὸ τοῦ διαβόλου ὡς νῦν τὸ σῶμα Χριστοῦ. Φυλάττοιο δὴ οὖν, ὦ ἀγαθὲ ἄνερ, προμηθείᾳ θεοῦ ἀπήμων, ἐποικοδομῶν τῷ θεμελίῳ χρυσόν, ἄργυρον, ἤγουν λίθους τιμίους, ὡς ἂν ναὸς Κυρίου χρηματίσοις. εἶεν. 339 {1Πρεσβυτέρθῳ}1 Ἐν χειμῶνι εἴ τις ἴδοιεν ῥόδον, εἰκότως προστρέχοι ὡς ξένου ὄντος θεάματος καὶ τῷ ὑποδείξαντι χάριν ὁμολογεῖ· τοιοῦτος σύ, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, ἐν τῷ τῆς ἀπιστίας χειμῶνι ἐγνώσθης ἡμῖν, καὶ ὁ ὑποδείξας σέ, τὸ ἔμψυχον ῥόδον καὶ ὀρθόδοξον, ὁ γραμματοδότης, ἐμὸς υἱὸς ἀγαπητός. εἶδον δὲ οὐκ αἰσθητῶς, τῇ τοῦ νοῦ δὲ θεωρίᾳ, καὶ προσέδραμον οὐ ποσίν, ἀλλὰ γράμμασι, καὶ ὠσφράνθην οὐ ῥισίν, ἀλλὰ πνεύματι, καὶ ἡδεῖά μοι ἡ ὀσμὴ μάλα, μᾶλλον δὲ Κυρίῳ· ὃς καὶ διαφυλάξειέν σε ἄδρεπτον ἐξ αἱρετικῶν χειρῶν, ὡς ἂν