1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

209

καταφρονεῖν πείθοντα βασιλικῶν ἀξιωμάτων καὶ χρημάτων. αἰδέσιμος γὰρ ὁ ἀνὴρ πᾶσιν ὑπῆρχε διὰ τὸ περὶ ξʹ χρόνους ποιῆσαι αὐτὸν ἐν τῇ ἐγκλείστρᾳ καὶ ἀρεταῖς πολλαῖς διαλάμπειν. πολλῶν τε ἀρχόντων καὶ στρατιωτῶν διαβληθέντων προσκυνεῖν εἰκόνας διαφόροις τιμωρίαις καὶ πικροτάταις αἰκίαις τούτους παρέδωκεν. ὅρκον δὲ καθολικὸν πάντας τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἀπῄτησεν εἰκόνι μὴ προσκυνῆσαί τινα, μεθ' ὃν καὶ Κωνσταντῖνον τὸν ψευδώνυμον πατριάρχην ἐπὶ ἄμβωνος ἀνελθεῖν καὶ ὑψῶσαι τὰ τίμια καὶ ζωοποιὰ ξύλα καὶ ὀμόσαι πεποίηκεν, ὡς οὐκ ἔστι τῶν προσκυνούντων τὰς εἰκόνας. καὶ τοῦτον παραυτὰ στεφανίτην ἀντὶ μοναχοῦ ἔπεισε γενέσθαι καὶ κρεῶν μεταλαμβάνειν καὶ κιθαρῳδῶν ἀνέχεσθαι ἐν τῇ βασιλικῇ τραπέζῃ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ δίκη τοῦτον ταῖς τοῦ μιαιφόνου παραδέδωκε χερσίν. τῇ δὲ καʹ τοῦ Ἰουνίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος ἐκίνησε κατὰ Βουλγάρων καὶ ἀπέστειλεν ἐπὶ Ἀχελὸν βχʹ χελάνδια ἐξοπλίσας αὐτὰ ἐκ πάντων τῶν θεμάτων. τούτων δὲ ἐν ταῖς ἀκταῖς προσορμισθέντων, καὶ τοῦ βορρᾶ πνεύσαντος, συνετρίβησαν μικροῦ δεῖν ἅπαντα, καὶ ἐπνίγη λαὸς πολύς, ὥστε τὸν βασιλέα κελεῦσαι γρίπους ἐκτείνειν καὶ τοὺς νεκροὺς ἀναλέγεσθαι καὶ θάπτειν. καὶ τῇ ιζʹ τοῦ Ἰουλίου μηνὸς εἰσῆλθεν ἀδόξως ἐν τῇ πόλει. καὶ τῇ καʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς δʹ ἰνδικτιῶνος ἐστηλίτευσε καὶ ἠτίμασε τὸ σχῆμα τῶν μοναχῶν ἐπὶ τοῦ ἱπποδρομίου παρακελευσάμενος ἕνα ἕκαστον ἀββᾶν κρατεῖν γυναῖκα τῇ χειρὶ καὶ οὕτω παρελθεῖν αὐτοὺς 438 τὸ ἱπποδρόμιον ἐμπτυομένους καὶ ὑβριζομένους ὑπὸ παντὸς τοῦ λαοῦ. ὁμοίως καὶ τῇ κεʹ τοῦ αὐτοῦ μηνὸς ἤχθησαν ἐπὶ ἱπποδρομίας ἐπίσημοι ἄρχοντες ιθʹ καὶ ἐπόμπευσαν ὡς κατὰ τοῦ βασιλέως πονηρὰ βουλευσάμενοι, συκοφαντηθέντες οὐκ ἐν ἀληθείᾳ, ἀλλὰ φθονῶν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς εὐειδεῖς καὶ ῥωμαλέους καὶ παρὰ πάντων ἐπαινουμένους, τινὰς δὲ αὐτῶν καὶ δι' εὐλάβειαν καὶ ὡς εἰς τὸν προρρηθέντα ἔγκλειστον ἀπερχομένους, καὶ τὰ πάθη αὐτοῦ θριαμβεύοντας, οὓς καὶ ἀπέκτεινεν, ὧν εἰσιν οἱ πρωτεύοντες· Κωνσταντῖνος ὁ πατρίκιος καὶ λογοθέτης τοῦ δρόμου γενόμενος, ὃν ἐπωνόμασε Ποδοπάγουρον, καὶ ὁ τούτου ἀδελφὸς Στρατήγιος σπαθάριος καὶ δομέστικος τῶν ἐκσκουβίτων, Ἀντίοχός τε λογοθέτης τοῦ δρόμου γεγονὼς καὶ στρατηγὸς Σικελίας, ∆αβὶδ σπαθάριος κατὰ τὸν Βησὴρ καὶ κόμης τοῦ Ὀψικίου, Θεοφύλακτος ὁ Ἰκονιάτης πρωτοσπαθάριος καὶ στρατηγὸς τῆς Θρᾴκης, Χριστοφόρος ὁ κατὰ τὸν πατρίκιον Ἱμέριον σπαθάριος, Κωνσταντῖνος σπαθάριος καὶ βασιλικὸς πρωτοστράτωρ, υἱὸς τοῦ πατρικίου Βαρδάνους, Θεοφύλακτος κανδιδάτος ὁ κατὰ τὸν Μαρινάκην, καὶ ἕτεροι· τούτους ἐπὶ τῆς ἱπποδρομίας στηλιτεύσας καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἐμπτυσθῆναι καὶ ἀνασκαφῆναι ποιήσας ἔδωκεν ἀπόφασιν. καὶ τοὺς μὲν δύο ἀδελφοὺς Κωνσταντῖνον, φημί, καὶ Στρατήγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν, πολλοῦ θρήνου γενομένου ἐπ' αὐτοῖς παντὶ τῷ λαῷ· ὥστε μαθόντα τοῦτο τὸν βασιλέα ἀγανακτῆσαι, καὶ τὸν ἔπαρχον Προκόπιον τύψαι καὶ διαδέξασθαι ὡς τοῦτο καταδεξάμενον. τοὺς δὲ λοιποὺς πάντας τυφλώσας ἐξώρισεν, οὓς καὶ καθ' ἕκαστον ἔτος ἀποστέλλων ὁ ἀπονοίας ἀνάμεστος ἐν οἷς ὑπῆρχον τόποις ἀνὰ ρʹ βουνεύρων ἐκέλευσε τύπτεσθαι. τῇ δὲ λʹ τοῦ αὐτοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς δʹ ἰνδικτιῶνος ἐμάνη ὁ δυσώνυμος κατὰ τοῦ συνωνύμου αὐτοῦ καὶ σύμφρονος πατριάρχου· καὶ εὑρών τινας κληρικούς τε καὶ μοναχοὺς καὶ λαϊκοὺς μύστας αὐτοῦ καὶ φίλους παρεσκεύασεν εἰπεῖν αὐτούς, ὅτι "ἠκούσαμεν τοῦ πατριάρχου λαλοῦντος μετὰ τοῦ Ποδοπαγούρου κατὰ τοῦ βασιλέως." καὶ ἀπέστειλεν αὐτοὺς πρὸς αὐτὸν ἐν τῷ πατρι439 αρχείῳ, ἵνα ἐλέγξωσιν αὐτόν. ἐν δὲ τῷ ἐκεῖνον ἀρνεῖσθαι ἐποίησεν αὐτοὺς ὀμόσαι εἰς τὰ τίμια ξύλα, ὅτι "ἐκ τοῦ πατριάρχου ἠκούσαμεν τὰς λοιδορίας ταύτας." ἐν τούτοις οὖν ἀποστείλας ἐβούλλωσε τὸ πατριαρχεῖον· καὶ τοῦτον ἐξώρισεν ἐν τῇ Ἱερείᾳ καὶ πάλιν ἐν τῇ Πριγκίπῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικήτας ἔτη ιδʹ. ιʹ. ιβʹ. εʹ. αʹ. Τούτῳ τῷ