παρῳδηθὲν κατά τινος τοιούτου κακομηχάνου. (ῃ. 16 ς.) Ὁμοίως καὶ τὸ «οὐ μὰν οἶδα, 3.692 εἰ αὖτε κακορραφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω», 3.692 τουτέστι πλήξω. Ζεὺς δὲ ταῦτα ἔφη πρὸς Ἥραν, «δεινὰ ὑπόδρα ἰδών». [Ἐν οἷς τό «κακορραφίης ἐπαύρηαι» συντελεῖ τι πρὸς τὸ «ἵνα πάντες ἐπαύρωνται βασιλῆος». ὡς γὰρ τῆς κακορραφίας οἷα φαύλης ἐπαυρίσκεταί τις εἰς τὸ ἴσως πληγῆναι, οὕτω καὶ βασιλέως κακοῦ ἐκείνου εἰς τὸ δι' αὐτὸν βλαβῆναι.] Ὅρα δὲ τὸ «κακότεχνος δόλος», ὡς ὄντος δόλου πάντως καὶ ἐπὶ καλῷ. Τὸ δὲ «ἀμήχανε», ὡς καὶ ἑτέρωθι ἐφάνη, δύο σημαίνει, τόν τε μὴ ἔχοντα μηχανήν, ἀλλὰ ἄπορον καὶ οὐ βαθὺν τὰς φρένας, καὶ τὸν δεινόν, ὡς ἐνταῦθα, καὶ δυσκατέργαστον, πρὸς ὃν οὐκ ἔστι τι μηχανήσασθαι. Σημείωσαι δὲ ἐνταῦθα καί, ὅτι πολλοὶ αὐτοὶ ἁμαρτόντες ἐπὶ τοὺς πλησίον ἄγουσι τὰς αἰτίας, καθὰ καὶ Ζεὺς ἔρωτι ἐκδοὺς ἑαυτὸν αἰτιᾶται τὴν Ἥραν ὡς κακομηχάνως ἀπατήσασαν καί, ὃ πρὸ ὀλίγου ἐρρέθη, δολοφρονέουσαν. διὸ καὶ ἀπειλεῖται πληγαῖς αὐτὴν ἱμάσσειν, ταῖς ἐκ τοῦ κεραυνοῦ ἴσως, καθὰ καὶ ὁ Ἄρης δηλώσει ἐν τῷ «εἴπερ μοι καὶ Μοῖρα ∆ιὸς πληγέντι κεραυνῷ» καὶ ἑξῆς. Καὶ εἰ τοῦθ' οὕτως ἔχει, καὶ ἡ τροπὴ τὸ σωφρονίσαι κεραυνῷ ἱμάσαι φησίν, ὡς ἀπὸ ἱμάντος, εἴποι τις ἄν, ὡς καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἱμὰς οὐκ ἀπεικότως τοιοῦτόν τι αἰνίσσεται. οἱονεὶ γὰρ καὶ ὁ ἔρως ἱμάντος δίκην πλήττων ἐρεθίζει πρὸς ἡδονάς. (ῃ. 16) Κακορραφία δὲ ἡ δυστροπία καὶ κακοβουλία καὶ πανουργία παρὰ τὸ κακὰ ῥάπτειν, ἤγουν συντιθέναι, κατὰ τὸ «κακὰ ῥάπτομεν ἀλλήλοισιν», οὗ προηγεῖται τὸ ὑφαίνειν, ἀφ' οὗ τὸ «μῆτιν ὕφαινεν». ἢ καὶ ἄλλως κακορραφία ἡ τοῦ νοὸς κακοσυνθεσία, οὗ ἀνάπαλιν φρενήρης ὁ τὰς φρένας ἀραρυίας ἔχων. [Ἀλεγεινὴ δὲ ἡ ῥηθεῖσα κακορραφία διὰ τὰ κατ' αὐτὴν ἄλγη, ὧν καὶ τὸ πληγαῖς ἱμάσσεσθαι.] Καὶ οὕτω μὲν ταῦτα. (ῃ. 18-24) Ἐπ' αὐτοῖς δὲ ἀναμιμνήσκει ὁ Ζεὺς μὲν τὴν Ἥραν, ὁ δὲ ποιητὴς τὸν ἀκροατὴν διὰ πιθανότητα τῆς ῥηθείσης μυθικῆς 3.693 ἀπειλῆς, ὡς καὶ ἄλλοτε ὅμοια ἔπαθεν ἡ Ἥρα, καὶ λέγει «ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον. σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι, ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκηται γῆν ὀλιγηπελέων». Ἃ καὶ λέγει πρᾶξαι κατὰ τῆς Ἥρας ὁ Ζεὺς διὰ τὸν φίλον υἱὸν Ἡρακλῆν. (ῃ. 24-8) Φησὶ γὰρ «ἐμὲ δ' οὐδ' ὣς θυμὸς ἀνίει ἀζηχὴς ὀδύνῃ Ἡρακλεῖος θείοιο, τόν», ἤγουν ὅν, «σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας πέμψας ἐπ' ἀτρύγετον πόντον, κακὰ μητιόωσα, καί μιν ἔπειτα Κόωνδε εὖ ναιομένην ἀπένεικας». (ῃ. 29-33) Εἶτα προσιστορήσας ὁ Ζεύς, ὡς «τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον, καὶ πολλά περ ἀθλήσαντα» ἐπιφέρει «τῶν σ' αὖτις μνήσω», ἤγουν ἀναμνήσω, «ἵν' ἀπολήξῃς ἀπατάων, ὄφρα ἴδῃς, ἤν τι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα καί μ' ἀπάτησας». Τοῦτο δὲ παρῳδηθήσεταί ποτε καὶ πρὸς ἀπατεῶνα πάλαι ποτὲ κακωθέντα, ἐφ' οἷς καὶ φθάσας ἠπάτησεν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν, ὅτι τε πάλιν ἐπιτομώτερον τῆς κατὰ τὸν Ἡρακλέα ἱστορίας ἐμνήσθη, ὡς καὶ πρὸ ὀλίγων, καὶ ὡς οὐδεὶς ἐνταῦθα χόλος ἢ λόγος ὅλως περὶ τοῦ προδηλωθέντος Ὕπνου διὰ τὸ μὴ καίριον τῆς μνήμης, καὶ ὡς τὸν μέχρι τῆς Κῶ κινδυνώδη πλοῦν τοῦ Ἡρακλέους εἰπών, καθὰ καὶ ἐν τοῖς πρὸ τούτων, ἐπιφέρει ὅπερ οὐκ ἐρρέθη ἐκεῖ «τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην», ὡς εἴρηται, «καὶ πολλά περ ἀθλήσαντα», ὅ ἐστι κρατερὰν μάχην νικήσαντα. Ἦν γάρ, φασίν, ἡ νῆσος ξένοις δυσεπίβατος φόβῳ ἐπιβουλῆς, ἵνα μὴ φθονηθῇ ὡς εὖ ναιομένη. διὸ οὐδὲ τὸν Ἡρακλέα ἐδέχοντο οἱ Κῷοι ἐκεῖ ἐξωσθέντα, ἀλλὰ καὶ ἀντέστησαν καὶ κατεπολεμήθησαν, ὡς ἤδη προγέγραπται. Ὅρα δὲ καὶ ὡς εἰς τὴν αὐτὴν ἐμπεσόντες διήγησιν ὁ ἐν τῇ ξῖ ῥαψῳδίᾳ Ὕπνος καὶ νῦν ὁ Ζεύς, οὐ συνέπεσον εἰς ταὐτολογίαν. γέγονε δὲ τοῦτο κατὰ τέχνην εὐμέθοδον. οὔτε γὰρ ὁ Ζεὺς Ὕπνου ἐμνήσθη, ὃν πάλαι ποτὲ ἀϊστώσειν ἔμελλεν, οὔτε ἁλώσεως Ἰλίου, ἅπερ ὁ Ὕπνος φθάσας ἀφηγήσατο,