210
ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Μετὰ Γάλλον καὶ Βουλουσιανὸν τὸν ∆εκίου παῖδα διαδέχεται τὴν Ῥω μαίων ἀρχὴν κατὰ μὲν τοὺς πλείστους Οὐαλεριανὸς καὶ Γαλιηνὸς παῖς αὐτοῦ. τούτων ἀναιρεθέντων προδοσίᾳ καὶ τῆς οἰκείας δυνάμεως, ὡς προείρηται, κρατοῦσι τῆς αὐτῆς ἀρχῆς ἔτη ιεʹ, κατὰ δέ τινας Αἰμιλιανὸς τριετῆ προΐσταται χρόνον, καὶ τούτου κατὰ γνώμην ἀναιρεθέντος Οὐαλε ριανοῦ ὁ αὐτὸς Οὐαλεριανὸς Ῥωμαίων βασιλεὺς ἀνεδείχθη. 466 Ἐπὶ Οὐαλεριανοῦ δὲ καὶ Γαλιηνοῦ πάλιν οἱ Σκύθαι διαβάντες τὸν Ἴστρον ποταμὸν τήν τε Θρᾴκην ἐδῄωσαν καὶ Θεσσαλονίκην ἐπολιόρκησαν τὴν Ἰλλυρίδα πόλιν, οὐδὲν ἄριστον ἐπ' αὐτῇ δράσαντες τῇ τῶν φυλάκων ἀν δρείᾳ. διὰ τοῦτο ταραχθέντες Ἕλληνες τὰς Θερμοπύλας ἐφρούρησαν τό τε τεῖχος Ἀθηναῖοι ἀνῳκοδόμησαν καθαιρεθὲν ἀπὸ τῶν Σύλλου χρόνων, Πελοποννήσιοι δὲ ἀπὸ θαλάσσης εἰς θάλασσαν τὸν Ἰσθμὸν διετείχισαν, οἱ δὲ Σκύθαι μετὰ πολλῶν λαφύρων εἰς τὰ ἴδια ἦλθον. Ἐπὶ τούτοις καὶ Σαπώρης ὁ τῶν Περσῶν βασιλεὺς καταδραμὼν Συρίαν ἦλθεν εἰς Ἀντιόχειαν καὶ πᾶσαν Καππαδοκίαν ἐδῄωσε. τοῦ δὲ Ῥωμαϊκοῦ στρατοῦ λιμώξαντος ἐν Ἐδέσσῃ καὶ διὰ τοῦτο ταραχθέντος Οὐαλεριανὸς πτοηθεὶς καὶ σχηματισάμενος ἐπὶ δευτέραν ἰέναι μάχην ἑαυτὸν προὔδωκε τῷ Περσῶν βασιλεῖ Σαπώρῃ, συνθέμενος καὶ τὴν τοῦ πλήθους προδοσίαν· ἣν αἰσθόμενοι Ῥωμαῖοι μόλις διέφυγον ὀλίγων ἀναιρεθέντων. οὓς κα ταδιώκων ὁ Περσῶν βασιλεὺς Σαπώρης τήν τε μεγάλην Ἀντιόχειαν αἱρεῖ καὶ τὴν Κιλίκων Ταρσὸν καὶ τὴν Καππαδόκων Καισάρειαν. τότε Πέρσαι διασπαρέντες ὑπὸ πλεονεξίας ἄλλοι ἀλλαχοῦ καὶ τὴν πρὸς θάλασσαν Πομπηιούπολιν αἱρεῖν μέλλοντες, Λυκαονίαν τε πορθοῦντες, ἀναιροῦνται πλεῖστοι, Βαλλίστου τούτοις ἐπελθόντος ἀδοκήτως ναυσὶ μετὰ δυνάμεως τοῦ Ῥωμαίων στρατηγοῦ, ὃν φυγόντες προεστήσαντο ἑαυτοῖς. οὗτος καὶ τὰς Σαπώρου παλλακίδας σὺν πολλῷ πλούτῳ λαβὼν εἰς Σεβαστὴν καὶ Κώρυκον μετέστη σὺν τῷ στόλῳ, ἔνθα τρισχιλίους Περσῶν ἀνεῖλε. τού τοις Σαπώρης περιαλγήσας μετὰ σπουδῆς ἀναστρέφει καὶ φόβου· καὶ Οὐαλεριανὸς μένει παρὰ Πέρσαις ἕως τέλους ζωῆς. Ὠδέναθος δὲ Παλμυρηνὸς ἀνὴρ στρατηγικὸς συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε Περσῶν ἀναστρέφοντας κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃς καὶ στρα τηγὸς τῆς ἑῴας ὑπὸ Γαλιηνοῦ διὰ τοῦτο τετίμηται, διαφθείρας καί τινας 467 τῶν ἐπαναστάντων αὐτῷ Ῥωμαίων κατὰ Φοινίκην. τότε πάλιν οἱ Σκύ θαι καὶ Γότθοι λεγόμενοι ἐπιχωρίως διὰ τῆς Ποντικῆς θαλάσσης ἐλθόν τες εἰς Βιθυνίαν καὶ πᾶσαν Ἀσίαν καὶ Λυδίαν χωρήσαντες τήν τε Νικο μήδειαν Βιθυνίας πόλιν μεγάλην ἔλαβον καὶ τὰς Ἰωνίδας πόλεις διέφθει ραν, τὰς μὲν ἀτειχίστους, τὰς δὲ μερικῶς ὀχυρωθείσας καταλαβόντες· οὐ μὴν ἀλλὰ καὶ Φρυγίας ἥψαντο, Τροίαν πορθήσαντες, Καππαδοκίαν καὶ Γαλατίαν. ἀλλὰ πάλιν Ὠδέναθος κατὰ Περσῶν ἀριστεύσας καὶ Κτησιφῶντα πολιορκίᾳ παραστησάμενος, ἀκούσας τὰς συμφορὰς τῆς Ἀσίας σπουδαίως ἐπὶ τὴν Ποντικὴν Ἡράκλειαν ἔρχεται διὰ Καππαδοκίας σὺν ταῖς δυνάμεσι τοὺς Σκύθας καταληψόμενος. καὶ ὁ μὲν αὐτόθι δολοφονεῖται πρός τινος Ὠδενάθου τοὔνομα καὶ αὐτοῦ, οἱ δὲ Σκύθαι πρὶν αὐτὸν ἐλθεῖν ἐπανῆλθον εἰς τὰ ἴδια διὰ τοῦ αὐτοῦ Πόντου. καὶ διαφθείρουσιν Ὠδέναθον τὸν Ὠδενάθου φονευτὴν οἱ τούτου δορυφόροι, Ζηνοβίᾳ δὲ τῇ γαμετῇ αὐτοῦ τὴν ἀρχὴν τῆς ἑῴας ἐγχειρίζουσι. Τότε καὶ Αἴλουροι πεντακοσίαις ναυσὶ διὰ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὸν Πόντον διαπλεύσαντες τὸ Βυζάντιον καὶ Χρυσόπολιν κατέλαβον. ἔνθα συμβαλόντες μάχην καὶ μικρὸν ὑποστρέψαντες πρὸς τὸ στόμιον τοῦ Εὐξείνου Πόντου τὸ λεγόμενον ἱερόν, τῇ ἑξῆς αἰσίῳ καταπλεύσαντες πνεύ ματι τὸν πορθμὸν Κυζίκου μὲν πρῶτον μεγίστης πόλεως Βιθυνίας προσ άγουσιν, εἶτα καὶ τὰς νήσους Λῆμνον καὶ Σκῦρον δῃοῦσι, καὶ εἰς τὴν Ἀττικὴν φθάσαντες ἐμπιπρῶσι τὰς Ἀθήνας Κόρινθόν τε καὶ Σπάρτην καὶ τὸ Ἄργος καὶ τὴν ὅλην Ἀχαΐαν κατέδραμον, ἕως Ἀθηναῖοι κατά τινας