210
εἰδέναι ὡμολόγει. πρὸς ἃ δὲ ἠξίου ἰσχυρίζετο, ὡς οὐ μόνον ταῦτα, ἅπερ ᾔτησεν αὐτὸς, ἀλλὰ καὶ πολλαπλασίω ἀνασχέσθαι δυνατή· καὶ ὡς οὐδ' ἂν εἰ πάντες ἄνθρωποι συμφωνήσαντες φαῖεν κατ' αὐτοῦ, δυνήσονται ταύτην αὐτῷ ἐκπολεμῶσαι, ἀλλ' ἄθικτον αὐτῷ καὶ ἀκεραίαν τηρήσει τὴν φιλίαν, εἰ μή τι ἄλλο, ἀλλὰ τῶν γε βασιλέως λόγων μεμνημένη, ᾧ πολλάκις εἴρηται περὶ αὐτοῦ, ὡς οὐδ' ἂν εἰ ξίφος σπασάμενον κατ' αὐτοῦ χωροῦντα ὡς ἀποκτενοῦντα ἴδῃ, οὐδ' οὕτω δυνήσεσθαι αὐτὸν μισῆσαι, ἀλλὰ τὴν ἴσην εὔνοιαν αὐτῷ, καὶ τούτου πεπραγμένου, τηρήσειν καὶ φιλίαν. ᾧπερ ἔφασκε χρωμένη διδασκάλῳ καὶ αὐτὴ τοσοῦτον ὑπερέχοντι αὐτῆς καὶ συνέσει καὶ πραγμάτων ἐμπειρίᾳ, τὰ ἴσα περὶ αὐτοῦ καὶ γινώσκειν καὶ πειράσεσθαι φυλάξειν. καὶ παρεθάῤῥυνεν αὐτὸν, μηδὲν περὶ αὐτῆς ὑποπτεύειν ἀγεννὲς, ἀλλ' εἶναι βε 2.46 βαίως πεπεισμένον, ὡς οὐδὲν ἔσται τηλικοῦτον, ὃ δυνήσεται τοὺς αὐτῆς κατασεῖσαι λογισμοὺς καὶ περὶ αὐτοῦ κακὰ λογίζεσθαι παρασκευάσει. ἐπὶ τούτοις δὲ ὁ μέγας δομέστικος τὴν μὲν ὁμολογίαν βασιλίδος ἀρκοῦσαν οἰηθεὶς ἀπόδειξιν πρὸς τὸ μηδὲν εἶναι ἐμποδὼν, εἰ ἐβούλετο κακὸς ὀφθῆναι, μάλιστα δὲ δυνάμενος ἑκοντὶ τἀγαθὰ καὶ δίκαια αἱρεῖσθαι, εἶτα καὶ τῆς καλοκἀγαθίας καὶ τῆς εἰς αὐτὸν στοργῆς χάριτας ὁμολογήσας βασιλίδι, αὖθις ἀνελάμβανε τὸν λόγον, μὴ δὴ διὰ ταῦτα, φάσκων, μήτ' αὐτὴν, μήτε πατριάρχην ὑποπτεύειν, αὐτῷ τοὺς λόγους ὡς πανούργως εἰρημένους, ἄδειαν αὐτῷ προπαρασκευάζοντι τὸ μηδ' ἄν τις ἀληθῆ λέγειν ἔχῃ περὶ αὐτοῦ καὶ ἀποδεικνύειν ἀδικοῦντα, τόπον ἔχειν πρὸς τὴν κατ' αὐτοῦ κατηγορίαν καὶ γραφήν· οὐ γὰρ τοῦτο βούλεσθαι αὐτῷ τοὺς λόγους· ἀλλ' εἰ μέν τινες τοιαῦτα δήποτε κατηγοροῖεν, οἷα αὐτὰ ὑφ' ἑαυτῶν ἐξελέγχεσθαι ὡς εἰσὶ συκοφαντίαι καὶ διαβολαὶ, τούτων μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ καὶ τοὺς πλάττοντας μισεῖν. εἰ δ' ἄρα οὕτως εἴη πιθανὰ, ὥστ' ἀμφιβολίαν ἐμποιεῖν, εἰ μᾶλλον χρὴ πιστεύειν ἢ παντάπασιν ἀπιστεῖν, μὴ ἐρήμην εὐθὺς καταψηφίζεσθαι καὶ ἀπόντος, ἀλλ' εἰς δικαστήριον καλεῖν κἂν ἁλίσκωμαι ἀδικῶν, οὐ παραιτοῦμαι τῆς κακουργίας διδόναι δίκας.» τῆς βασιλίδος δὲ τὸν περὶ τῆς δίκης λόγον ἀποσειομένης καὶ μηδ' ἂν, εἴ τι γένοιτο, τοιαῦτα περὶ αὐτοῦ φρονήσειν διατεινομένης, ὥστε καὶ δικαστηρίων δεήσεσθαι πρὸς 2.47 αὐτὸν, οὐκ ἔφασκεν ἐκεῖνος ἀγαπήσειν, εἰ μὴ καὶ περὶ τούτου πείθοιτο αὐτῷ τῶν ἄλλων μᾶλλον ἕνεκα ἢ αὐτῆς, ὥστε διὰ πάντων αὐτοῖς ἀποφράττεσθαι τὰς γλώσσας καὶ μὴ πρόφασιν ἐκ τούτου κακουργίας καὶ διαβολῆς λαβεῖν. ἀπαγορευούσης δὲ αὐτῆς καὶ οὐκ ἐθελούσης πείθεσθαι, ἔπεισε πολλὰ εἰπὼν, ὡς περὶ ἀναγκαίου, ἄκουσαν μὲν καὶ τόγε εἰς αὐτὴν ἧκον τῶν τοιούτων μὴ δεομένην ζητημάτων· ἐπείθετο δ' οὖν ἕνεκα αὐτοῦ. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ἡσθεὶς καὶ πᾶσαν λογισμῶν ἀμφιβολίαν ἀποθέμενος, χαίρων ἔφασκεν ἤδη παραλήψεσθαι τὴν ἀρχὴν, εἰ καὶ δι' ὅρκων γένοιτο πιστὰ τὰ εἰρημένα. καὶ αὐτίκα ἐτελοῦντο καὶ οἱ ὅρκοι παρ' ἑκατέρων ἐπὶ τοῦ πατριάρχου. ἐπεὶ δὲ οὐδενὸς αὐτοῖς ἐνέδει ἔτι πρὸς τὰς διαλύσεις, βασιλὶς μὲν οἴκοι ὑπελείπετο, ὁ μέγας δὲ δομέστικος ἤδη πᾶσαν τὴν ἀρχὴν βεβαίως ἔχων, ἐξῄεσαν ἅμα πατριάρχῃ. καὶ πρὸς τῷ ναῷ τοῦ μεγαλομάρτυρος γενόμενοι ∆ημητρίου, ὃς τῶν βασιλείων ᾠκοδόμητο ἐντὸς, πολλὰ καὶ πρὸς πατριάρχην ὁ μέγας δομέστικος διειλέχθη. ἔφη γὰρ, πεπεῖσθαι μὲν καὶ αὐτὸν σαφῶς, ὡς οἵους ἡ βασιλὶς ἐφθέγξατο λόγους, τοιοῦτον καὶ τὸ φρόνημα ἔχειν. θορυβεῖσθαι δὲ αὖθις οὐ μικρῶς, τὴν ἀσθένειαν τῆς γυναικείας φύσεως εἰδότα, ὡς εὐμετάβλητος διὰ δειλίαν, καὶ δεδοικέναι, μὴ αὐτὸς μὲν ἀναγκάζοιτο πάντοτε μακραῖς ἀποδημίαις χρῆσθαι διὰ τοὺς πρὸς τοὺς περιοίκους βαρβάρους πολέμους, οἱ συκοφάνται δὲ οἰκουροῦντες πείσωσί ποτε αὐτὴν 2.48 μεταβαλεῖν, ὃ καὶ ἀνδράσι συμβαῖνον ὁρῶμεν τοῖς περὶ μάχας διὰ δειλίαν ἀτολμωτάτοις. ἐκεῖνοι γὰρ ὑπὸ τῶν οἰκείων ὀνειδιζόμενοι καὶ περιυβριζόμενοι καὶ ὁτιοῦν ὑπομένοντες δεινὸν, μάχης μὲν οὐ παρούσης, κομπάζουσι πολλὰ καὶ ἰσχυρίζονται καὶ ὅρκους προστιθέντες, μηκέτ' αὖθις τοῖς πολεμίοις τὸ πρόσωπον