210
κατηχηθεῖσαν εἰς τὰ ̓Ιουδαϊκὰ εθη μετατεθῆναι. ἐλθὼν ουν ὁ ̓Ιζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ελυσε μέν, επεμψε δέ, ινα μὴ υποπτοι παρόντες ειεν, τοὺς μὲν εἰς ̔Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ ̓Ιουδαίων ἀσπασαμένην, εσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ετοιμος ην. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαΐζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν ̓Ανανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ετερος δ' αυθις ̓Ιουδαῖος ἐκ Γαλιλαίας ̓Ελεάζαρ ἀφικόμενος, καὶ κατα2.38 λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, εφη, ἀλλὰ καὶ τὰ ὑπ' αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ ̓Ανανίᾳ πεπρᾶχθαι τὸ εργον ἐδήλου. οἱ δ' εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. ̔Ελένη δὲ ἐπιθυμίαν εσχεν εἰς ̔Ιεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος απεισιν εἰς ̔Ιεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ ̓Αλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν επεμψεν, ιν' οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν ουτως· ̓Αρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ' αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς ̓Ιζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ' ὁδὸν τῷ ̓Ιζάτῃ ἐνέτυχε, καί φησι Μή με παρίδῃς, ω βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ' ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ελεγεν. ὁ δὲ ̓Ιζάτης ἀκούσας τὸ ονομα, κατεπήδησε τοῦ ιππου καὶ Θάρσει, εφη, ω βασιλεῦ· η γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω η τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα ειπε καὶ ἐπὶ τὸν ιππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ ̓Αρταβάνης ωμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη 2.39 τὸν ιππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ' ὁ ̓Ιζάτης ἐπὶ τὸν ιππον ηλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν ̓Αρταβάνην δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι ηδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ ̓Αρταβάνῳ, ὑπ' αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ην ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ ̓Αρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα ουν αὐτῷ ὁ Κινάμωμος· ος δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. ουτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ ̓Αρτάβανος οὐκ ἠμνημόνησε τῶν ̓Ιζάτου καλῶν, ἀλλ' ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον ̓Αρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς ̓Ιζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ ̔Ρωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ' ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ ̓Ιζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ' οἱ Πάρθοι μαθόντες ὡς ἐπὶ ̔Ρωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ ̓Ικοτάρδῃ διδόασιν· ον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός. ̔Ο δὲ τοῦ ̓Ιζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν εφεσιν εἰς εργον ἐξήνεγκαν. γίνεται δ' ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς ̓Αβίαν 2.40 τὸν ̓Αράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται