210
μήτηρ πάντων καὶ ζωή. Εὐάγητον. καθαράν. λαμπράν. ̓Αριστοφάνης· δροσερὰν εὐάγητον φύσιν. Εὐανθὴς γλῶσσα. ἡ ακρως ἠττικισμένη ὁμιλίαν. εὐανθὴς γλῶσσα καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα. Εὐανδρία. γενναιότης. Εὐαριθμήτοισ. ὀλίγαις. εὐαριθμήτοις ἡμέραις τῷ Καίσαρι συνόντες. epsilon.906 Εὐβουλία. ἐπιστήμη τοῦ σκοπεῖσθαι, ποῖα καὶ πῶς πράξαντες πράξομεν συμφερόντως. Ευβοτος γῆ. ευτροφος, καλὰ βοσκήματα εχουσα. Ευβοια. ὁ Ευριπος καὶ νῆσος. Εὐβουλίασ. φρονήσεως. Εὐγνωμοσύνη. ἡ εὐχαριστία. Εὐγένεια. δόξα ἐκ γένους. Εὐδαιμονία. ευῤῥοια βίου. Εὐδικία. δικαιοσύνη. εὐδικία ην πεπορισμένος. Εὐδοκία. ἡ θέλησις καὶ ἡ ἀρέσκεια. εὐδοκία τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ, παρὰ τὸ καλῶς δεδόχθαι. Εὐδία καὶ ευδιοσ. ἡ τοῦ ἀέρος ἠρεμία. κυρίως δὲ ἡ ἀβροχία. παρὰ τὸ δεύω, τὸ βρέχω, δευΐα καὶ κατὰ μετάθεσιν εὐδία. -οφρ' ευδῃσι μένος Βορέαο καὶ αλλων ζαχρείων ἀνέμων. Εὐδίοδον. βάσιμον, εὐπορέστατον. ἐσώρευον δὲ τὰ τεμνόμενα ξύλα ἐπὶ τῆς μεταξὺ χώρας, ὡς εὐδίοδος ην. Εὐεστοῖ. εὐθηνίᾳ, καταστάσει. Εὐετηρία. ἡ ὑγεία. Εὐέπεια. ἡ καλὴ φράσις. Εὐεργὴς γῆ. ευφορος, καλοέργαστος. epsilon.907 Εὐερμία. ἐπιτυχία, εὐτυχία. Εὐεξία. ἀκρότης ὑγείας. ἐπὶ καχεξίᾳ γὰρ γίνεται νόσος· ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ. Ευερον. εὐάερον. ωσπερ σισύραν ευερον. Ευεδρον. ἀσφαλῆ. βεβαίαν. ὁ δὲ ἐπὶ νώτοις ἐκάθισε καθέδραν ευεδρον καὶ ὀχυρὰν, ο ἐστιν ἀσφαλῆ καὶ στερεάν. τοῦτο γὰρ σημαίνει τὸ ὀχυράν. Εὐηγορία. ἡ καλλιέπεια. Εὐηθείασ. μωρίας, ἀνοίας. ετι δὲ ἀπολαύων τοῦ καιροῦ καὶ τῆς εὐηθείας τῶν ἐπιχωρίων. Εὐθιξία. ἀκρίβεια, εὐφυΐα. εχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβολοῦντα. Εὐθυδικία. οταν εἰσάγηταί τις κριθησόμενος περὶ ων μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, εὐθυδικία καλεῖται. Εὐθυεπείαισ. ὀρθολογίαις. Εὐθύναι. τιμωρίαι καὶ δίκαι. Εὐθηνίαι. αἱ εὐφορίαι. Εὐθημοσύνη. τάξις. παρὰ τὸ θημὸς θημοσύνη καὶ εὐθημοσύνη, ὡς ἱπποσύνη καὶ δικαιοσύνη. Εὐκατεργάστου. εὐχειρώτου, εὐδιαλύτου. τῆς οἰκοδομῆς ουσης εὐκατεργάστου. epsilon.908 Εὐκατάπρηστος υλη. ἡ εὐχερῶς καιομένη. Εὐκαιρία. χρόνου ἐπίτευξις, ἐν ῳ χρὴ παθεῖν τὶ η ποιῆσαι. εὐκαιρία καὶ ὁ πλοῦτος. ὁ δὲ θαυμάσας τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν. Εὐκλείασ. δόξης. ἐνδοξότητος. τὰς εὐκλεῖας δὲ περισπῶμεν. ∆ὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας- προπερισπωμένως. ἐκ γὰρ τοῦ εὐκλέας κατ' ἐπένθεσιν τοῦ ι. η εὐκλεέας καὶ κατὰ συναίρεσιν εὐκλείας. Εὐκληρίασ. εὐτυχίας. Εὐκρίνεια. ἡ καθαρότης. Ευλαχα. τὸ αροτρον παρὰ Θουκυδίδῃ. ∆ώρειος δὲ ἡ λέξις. Εὐλαί. σκώληκες οἱ ἐν τοῖς τραύμασι γινόμενοι. καὶ εὐλαίων, σκωλήκων. ζῶσα γὰρ ἐξέζεσεν εὐλαίων. Εὐλογία. πληθυσμὸς ἀγαθῶν ἐξ ἑκουσιότητος διδόμενος. εὐλογία δὲ καὶ ἡ εἰρήνη. Εὐλάβεια. φυλακὴ ἡ ἀπὸ κακοῦ, η ἐπιμέλεια φυλακῆς. Εὐμαρέη. ἀπόπατα. παρὰ ̔Ηροδότῳ. Εὐμάρεια. ἡ εὐκολία. λέγεται καὶ ἡ εὐκοσμία. epsilon.909 οὐ βαθύπεπλος ευμαρις. καὶ ἡ ἡσυχία. ̔Ηρόδοτος. τοῦτο φυγῆς τῷ ̓Αννίβᾳ πλείονα εὐμάρειαν παρέσχεν. Εὐμολπία. ἡ εὐφωνία, καὶ ὁ καλὸς υμνος. Εὐμοιρία. ἡ εὐτυχία, ἡ εὐκληρία. Εὐνοίασ. φιλίας. ἐλθεῖν αὐτὸν παρακαλοῦσι δι' εὐνοίας ειναι τῷ θεῷ. Εὐνὴ καὶ εὐνάσ. ἡ αγκυρα. οιον· -εὐνάς τ' ἐβάλλοντο. καί· εκ τ' εὐνὰς εβαλον-. παρὰ τὸ εὐνάζειν καὶ ἐν ἡσυχίᾳ ποιεῖν τὴν ναῦν, οπερ ἡμῖν ἐν τῇ εὐνῇ ηγουν τῇ κοίτῃ συμβαίνει. εὐνὴ γὰρ ἡ κοίτη. παρὰ τὸ ευδω εὐθίνη καὶ ἐν συγκοπῇ εὐνὴ, ἐφ' ῃ καθεύδουσιν. η παρὰ τὸ νῶ, τὸ σωρεύω, καὶ τὸ ευ γίνεται εὐνὴ, οἱονεὶ τὰ καλῶς νενησμένα καὶ σεσωρευμένα στρώματα ἐν τῇ κοίτῃ. εὐνῇ ἐνὶ μαλακῇ- σημαίνει καὶ τὴν διατριβήν. οθι φασὶ Τυφωέως εμμεναι εὐνάς. Εὐνομία. νόμου πειθάρχησις. epsilon.910 Εὐορκία. τὸ καλῶς ὀμνύειν. Ευοπτον. εὐόφθαλμον. ην δὲ καὶ ἡ κόρη ευοπτος. Εὐπάθεια. διάχυσις καὶ ανεσις τῆς ψυχῆς καὶ τρυφή. διαιρεῖται δὲ εἰς χαρὰν, εὐλάβειαν καὶ βούλησιν. καὶ φαμὲν τὴν χαρὰν ἐναντίαν ειναι τῇ λύπῃ· τὴν δὲ εὐλάβειαν τῷ θυμῷ· τὴν δὲ ἐπιθυμίαν τῇ βουλήσει. Εὐπερίοπτον. εὐκαταφρόνητον. ᾐσθάνετο γὰρ τὴν τῶν Μακεδόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην.