210
φιλανθρωπίαν ∆εσπότου. Μή μοι λέγε, Βλάσφημός εἰμι, διώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον ἂν θέλῃς λιμένα κατάφευγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; ἐν τῇ Καινῇ ὁ Παῦλος, καὶ ἐν τῇ Παλαιᾷ ὁ ∆αβίδ. Μὴ προφασίζου, μὴ ὄκνει. Ἥμαρτες; μετανόησον. Μυριάκις ἥμαρτες; μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, ἵνα φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφη ἀκονῶν καὶ ταῦτα λέγων τὰ ῥήματα Ὅλην τὴν νεότητά σου κατῄσχυ 96.128 νας· ὅλον τὸν βίον σου ἀνήλωσας· πρότερον μετὰ πόρνης, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐψεύσω, ἐπιόρκησας, ἐβλασφήμησας. Ποία σωτηρίας ἐλπίς; ἀπώλου, λοιπὸν ἀπόλαυε καὶ τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα· ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου; ἀλλὰ δύνασαι σωθῆναι. Ἐμοίχευσας; ἀλλὰ δύνασαι ἀπαλλαγῆναι. Ἔπεσας; ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ μετάνοιά σου; ἀλλὰ μεγάλη τοῦ ∆εσπότου ἡ φιλανθρωπία. Ἐφόνευσας; ἀλλὰ μετανόησον, ἀλλὰ μετάγνωθι. Ἐμοίχευσας; [ἀλλ' ἐξομολόγησαι. Πέπτωκας;] ἀλλὰ ἀνάστηθι. Ἐτραυμάτισας; ἀλλὰ θεραπεύθητι. Καὶ ἕως ὅτε ἐμπνεῖς, ἐὰν ἁμαρτάνῃς ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης ἐφ' ἧς κατάκεισαι ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου, τότε μετανόησον τοῦ καιροῦ. Ἡ στενοχωρία οὐ θλίβει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς καὶ ποίῳ τρόπῳ, ἑλκῶν γέμων καὶ τραυμάτων ἐμπεπλησμένος, ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσασθαι; ∆ύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου ὧδε μένει. Μή μοι λέγε, Πῶς σώζομαι; Ὅταν ὁ Θεὸς ἐργάζηται, εὐθύνας μὴ ἀπαίτει. Ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ὁ ἰατρὸς, τέμνει, καίει, μυρία ἐπάγει φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ τοῦ συνδούλου· καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ οὐ παραχωρεῖς; μὴ λέγε, πῶς; ἀλλὰ θαύμαζε. Ἐπερωτῶ οὖν σε· Πῶς ὁ λῃστὴς ἐσώθη, ὁ πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν αἵμασι καταναλώσας; τοίχους διώρυξεν, οὐσίας ἥρπασεν, οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώπων κατεδικάσθη, καὶ παρὰ Θεῷ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ὧδε ἀπώλεσεν, καὶ τὰ ἐκεῖ ἔλαβεν. Πῶς, εἰπέ μοι; Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν. Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία, κερασθεῖσα τῇ μετανοίᾳ, τὸν λῃστὴν ἐποίησε παραδείσου πολίτην. Πῶς; οὐκ οἶδα· μὴ ἀπαίτει τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με μόνον, παρακαλεῖς τῷ ἰατρῷ, τῆς ἀῤῥωστίας· τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ ἐργαζόμενος. Πῶς δὲ μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται ἁλισκόμενοι δεσμωτήρια οἰκοῦσι, τῷ δὲ νεύματι τοῦ βασιλέως μόνον ἀφίενται; Βασιλεὺς ὁ σύνδουλός μου. Τί γάρ; Εἶ καὶ πορφυρίδα περιβέβληται, οὐδὲν πλέον τῆς ἐμῆς οὐσίας ἔχει. Τὸ αὐτό μοι φῦλόν ἐστιν· καὶ νεύει, [καὶ] ἀφίενται· καὶ μικρὰ γράμματα, καὶ ἐλύθη ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεντία ἀντίκειται, ἀλλὰ τὸ ἀξίωμα τοῦ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Ὁ δὲ Θεὸς ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἐὰν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχὶ ἁμαρτιῶν· ὁ δὲ Θεὸς ἁμαρτίας ἀφίησιν. Λέγει, Οὐ θέλω μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο. Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὴν γνώμην, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν. Καὶ ἵνα μάθῃς, εἶπεν· Θέλω, γενέσθω ὁ οὐρανὸς, καὶ 96.129 ἐγένετο ὁ οὐρανός. Θέλω γενέσθαι γῆν, καὶ μὴ οὖσαν ὑπέστησεν. Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ χορὸς τῶν ἀγγέλων συνέδραμεν. Οὐσίας νοερὰς καὶ σώματα μὴ ὑφεστῶτα ἐργάζεται ὁ λόγος, καὶ ἁμαρτήματα λῦσαι οὐ δύναται; Τί ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; Ἀράχνη, ἄνεμος ἐφύσησεν, καὶ διασπᾶται ἡ ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ καταλύεται ἁμαρτία; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα ὑμᾶς εἰς πίστιν ἀγάγω