210
μόριον ἐκάλεσε τῆς νυκτός· τετραχῆ γὰρ οἱ ταύτην φυλάττειν πε πιστευμένοι διῄρουν· τετάρτῃ δὲ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους ἀφίκετο. εʹ. "Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται." Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπω ρίᾳ συνέζευξας· σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀπο βολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλ' ἐπὶ πλεῖστον ἐσομένην. "Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. [ʹ.] Τὸ πρωῒ ἀν θήσαι, καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκλη ρυνθείη, καὶ ξηρανθείη." Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν. Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουλη θέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς ἐξηράνθησαν· τῆς γὰρ προτέρας ἀρδείας οὐκ ἔτι μετέλαχον. Πρωῒ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας· Ἑσπέραν δὲ, τῆς θείας κηδεμονίας τὴν παῦλαν. Ταύτης δὲ μετὰ τὸν σταυρὸν ἐγυμνώ θησαν, [ὅτι τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἀν έστησαν σταυρόν· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ζʹ. "Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν." Καὶ Ἰουδαίοις ταῦτα καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς 80.1604 συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν. "Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο."] ηʹ. "Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου." Ὁ δὲ Σύμμαχος οὕτως· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαί νεσθαι τῷ προσώπῳ σου. Ταύταις ἡμᾶς ταῖς τιμωρίαις ἐξέδωκας, θεασάμενος ἡμᾶς τῶν μὲν σῶν ἀμελήσαντας νόμων, ἀνομίᾳ δὲ προελομένους συζῇν. θʹ. "Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν." Ἡ ἁμαρτία, φησὶν, ὀργὴν ἐκίνησε καθ' ἡμῶν, ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν, ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν· ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. ιʹ. "Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων." Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει. ∆ίκην ἀράχνης διασπᾶται ῥᾳδίως. "Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος." Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· "Αἱ ἡμέ ραι μου σμικραὶ καὶ πονηραὶ, οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου." Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον, ἀλλ' ἐκεῖνο ἐπ' ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω καὶ τῶν σφόδρα γηρώντων τὸ μακρό βιον καταλέλοιπεν. Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται· [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱε ρουσαλὴμ ὁ τῶν οʹ ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγέ νετο.] "Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα." Ἰδοὺ γὰρ πόσοις περικλυζόμεθα κακοῖς διὰ τὴν σμικρὰν ὀργήν σου. Πραότητα γὰρ ἐπελθοῦσαν αὐτοῖς τὴν μετρίαν τιμωρίαν ἐκάλεσεν. ιαʹ. "Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;" Ὁ 80.1605 δὲ Σύμμαχος οὕτως· Τίς οἶδε τὴν ἰσχὺν τοῦ θυ μοῦ σου, καὶ κατὰ τὸν φόβον σου τὴν ὀργήν σου; Εἰ ἡ μετρία σου, φησὶν, ἀγανάκτησις τοσαύτην ἡμῖν παιδείαν ἐπήγαγε, τίς ἱκανὸς συνιδεῖν τὴν ἀπὸ τῆς ὀργῆς σου τιμωρίαν προσφερομένην; Αἰνίττεται δὲ ὁ λόγος τὴν αἰώνιον κόλασιν. ιβʹ. "Ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ." Ἀπολαῦσαι, φησὶ, τῆς σῆς εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν. ιγʹ. "Ἐπίστρεψον. Κύριε· ἕως πότε; καὶ παρα κλήθητι ἐπὶ τοὺς