210
εὑρεθείης ἐν τῷ νοητῷ ἔαρι παριππεύσει τοῦ τῇδε πικροῦ κρυμοῦ εἰς πλοκὴν στεφανώσεως τῆς δόξης αὐτοῦ. Χαρίζου ἡμῖν ὧν ἔχεις τὸ κάλλιστον, τὰς ἱερὰς προσευχάς. 340 {1Θαλελαίῳ τέκνῳ}1 Καλῶς ἐποίησας ἐπιστείλας μοι, τέκνον ἠγαπημένον· ἔδειξας γὰρ ἐν τούτῳ τὴν πίστιν καὶ ἀγάπην σου. ἀλλὰ τί μοι ἐπαίνους ᾄδεις, ὧν ἀμοιρῶ κατὰ πάντα; οὐκ οἶδας ὅτι ἁμαρτωλὸς ἐγὼ καὶ ἰδιώτης τῷ λόγῳ; ἀλλ' ἡ ἀγάπη κλεπτίστατος, τὰ μὴ ὄντα τοῖς ἀγεράστοις παρὰ τῶν φιλούντων προσάπτουσα. ἀφέμενος οὖν τὸ ἐπαινεῖν προσεύχου μᾶλλον, τέκνον, στηρίζεσθαί με ἐν Κυρίῳ καὶ σῴζεσθαι ἐν παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ. ἡ σωματική σου ἀσθένεια ἐν εὐχαριστίᾳ εἴη πρὸς θεὸν καὶ μὴ λυποῦ τὸν τρόπον ἐξ οὗ ἦλθεν. οἶδεν Κύριος τὰ συμφέροντα ἑκάστῳ τιθέναι, πλὴν ἀγνοῶ ὅθεν σοι ἧκεν· ἡ βλασφημία καταφρονείσθω καὶ οἰχήσεται θᾶττον, φοβοῦσα δὲ μᾶλλον παραγίνεται. ἧς ῥυσθείης θεοῦ ἐπιρρώσει. εἰ καὶ καταπόνησις πολλὴ παρὰ τῶν διωκτῶν, ἀλλὰ τὸ βραβεῖον οὐράνιον. εἴπερ οὖν συμπάσχομεν, καὶ συνδοξασθῶμεν· οὐ γὰρ εὐπαθείας ὁ καιρός, ἀλλὰ μαρτυρίου. Τὸ πρόβλημα περὶ τοῦ πρεσβυτέρου τοῦ ὀρθοδοξεῖν δοκοῦντος, συνεσθίοντος δὲ ἐπισκόπῳ, καθὰ εἴρηκας, εἰ μὲν παύσοιτο τῆς τοιαύτης συνεστιάσεως μετ' ἐπιτιμίου ἀπείρξεως τῆς ἱερουργίας ἕως τινὸς χρόνου μηκέτι εἰς τὸν αὐτὸν ὄλισθον ὑποπίπτειν, ἔχει ἴασιν τοῦ ἱερουργεῖν θεῷ· εἰ δὲ ἀδιαφοροίη, μὴ γένοιτο λύτρον ἀνδρὸς ὁ ἴδιος πλοῦτος τοῦ φυγεῖν τῇ δόσει καὶ αἱρετικῆς κοινωνίας καὶ ἁμαρτητικῆς ἄλλης πράξεως, οὐ μὴν τῇ ἀνταλλαγῇ δοῦναι τὸ καλὸν καὶ λαβεῖν τὸ χεῖρον, οἷον δοῦναι φῶς καὶ λαβεῖν σκότος. οὐδ' ἂν τὰ ὅλα χρήματα τοῦ κόσμου παρέξει τις καὶ κοινωνοίη τῇ αἱρέσει, φίλος θεοῦ καθίσταται, ἀλλ' ἐχθρός. καὶ τί λέγω κοινωνίας; κἂν ἐν βρώματι καὶ πόματι καὶ φιλίᾳ συγκάτεισι τοῖς αἱρετικοῖς, ὑπεύθυνος· τοῦ Χρυσοστόμου ἡ ἀπόφασις, ἐπεὶ καὶ παντὸς ἁγίου. πῶς δὲ ἀκούσιον καὶ οὐκ ἔργον τῷ δοκοῦντι ὀρθοφρονεῖν, κοινωνοῦντι δὲ ὅμως τῇ αἱρέσει; ἀκούσιόν ἐστιν, ὅταν τὸ στόμα τις ὀρθοδόξου βιαίως ἀναχάνας ἐγχέῃ τὴν αἱρετικὴν κοινωνίαν, ὅπερ ἐποίησαν οἱ πάλαι αἱρετικοὶ καὶ ποιοῦσιν, ὡς ἔμαθον, οἱ νυνὶ χριστομάχοι· τὸ δὲ ἀφ' ἑαυτοῦ μετασχεῖν ἑκούσιον. εἰ δὲ ὅτι δέει (τοῦτο γάρ ἐστι τὸ ζητούμενον), οὐδὲ οὕτως ἕξει ἀπολογίαν· μὴ φοβεῖσθε γὰρ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ θεόν, τὸν τὸ συναμφότερον γεέννῃ αἰωνίου πυρὸς παραπέμποντα, ἀκούομεν. ἀληθῶς ὁ κόσμος ὅλος ἀντάξιος μιᾶς ψυχῆς οὐκ ἔστιν, τῆς φυλαττούσης ἑαυτὴν ἀμέτοχον καὶ αἱρετικῆς κοινωνίας καὶ παντὸς κακοῦ· οἱ δὲ ἀμφοτέρων μέτοχοι χόρτῳ ἰσότιμοι, ξύλοις, καλάμῃ. ἃ κατακαύσειεν τὸ δοκιμαστικὸν πῦρ τῆς κρίσεως, τοὺς δ' αὐτῶν πράκτορας συντηρήσει ἀιδίως φλογιζομένους καὶ μὴ χωνευομένους. 341 {1Θεοδούλῳ τέκνῳ}1 Ἡδέως ἔχω, τέκνον μου, δεχόμενός σου γράμματα, ἐλυπήθην δὲ ὅτι ἐν πόνοις εἶ τοιούτοις μετὰ καὶ τῆς φυλακῆς· ἀλλ' ὅτι διὰ Χριστόν, ὑπομονητέον πάντα. ἆρα δὲ ἐάσει σοι τὸν συνόντα ἀδελφὸν ὁ ἀγνώμων μαθητὴς καὶ προδότης τῆς ἀληθείας Λεόντιος; αὐτὸς γὰρ παρέλαβεν καὶ τὸ Βοσκοίτιον, ὡς Ἰούδας τὴν ἀγχόνην κληρωσάμενος· ὅς γε καὶ τοὺς ἀδελφοὺς ἔσω ἐστενοχώρησεν, καὶ σὲ τὸ αὐτὸ οἴομαι αὐτὸν ποιεῖν. Ἀλλὰ στῆθι, ἀδελφέ μου, μέχρις αἵματος κατὰ τοὺς μακαρίους ἀδελφούς σου, ἵνα σὺν αὐτοῖς σωθείης ἐν Κυρίῳ. εὔχου μοι θερμῶς. προσειπὲ τὸν ἀδελφόν. 342 {1Συμεὼν τέκνῳ}1 Ἄρτι ἔφθασα ἐπιστεῖλαί σοι, τέκνον μου ἠγαπημένον· δι' ἣν αἰτίαν ἐβράδυνα οἱ ἀδελφοὶ ἀπαγγελοῦσιν. ἃ μὲν οὖν προέγραψας, ἔγνων καὶ ἀπεδεξάμην ἐν πᾶσιν, ὅτι ἀγαθῆς διαθέσεως πάντα· καὶ ἐπαινετὸς εἶ, ὅτι καλῶς καθέζῃ ἐπὶ σωτηρίᾳ μὲν σαυτοῦ καὶ τῶν ὄντων μετὰ σοῦ, ἐπ' οἰκοδομῇ δὲ τῶν ἔξω, μὴ ἀστατῶν μηδὲ γυροκοπῶν, ἀλλ' ἐν ἡσυχίᾳ καὶ εὐχαριστίᾳ καὶ ὑπομονῇ τὸν διωγμὸν παραπέμπων. διὰ τοῦτο καὶ ἀσπαστὸς γέγονας τοῖς ξενίζουσί σε καὶ ἀκούουσιν. ἔτι οὖν ἔχου τῆς ἐργασίας σου, σοφιζόμενος τὰ θεῖα, φωτιζόμενος τοὺς νόας, φεύγων τὸν ἐχθρόν, ἐγγίζων τῷ θεῷ,