210
ἔτει Ἀβδελᾶς Ἰβιναλὶμ τέθνηκεν, πτωθέντος ἐπ'αὐτὸν τοῦ πύργου, ἐν ᾧ ἐφρουρεῖτο· ὁ δὲ Ἀβδελᾶς ἀμηρεύων πολλὰ κακὰ τοῖς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ Χριστιανοῖς ἐνεδείξατο. τούς τε γὰρ σταυροὺς τῶν ἐκκλησιῶν ἀφεῖλεν, καὶ παννυχεύειν ἐκώλυσε καὶ ἐκμανθάνειν τὰ ἑαυτῶν γράμματα. οἱ δὲ λεγόμενοι παρ' αὐτοῖς Ἀρουρῖται, ὃ ἑρμηνεύεται ζηλωταί, κατὰ τὴν Παλμυρηνὴν ἐπανέστησαν ἔρημον. ἀλλ' ἐκείνων μὲν ἡ κακία πρὸς τὰς τοῦ θεοῦ ἐκκλησίας ὡς ἀπίστων προφανής. ὁ δὲ Χριστιανῶν βασιλεύων ἀφάτοις θεοῦ κρίμασιν ἴσως, ὡς τοῦ Ἰσραὴλ ὁ μανιώδης Ἀχαάβ, πολλῷ χείρονα τῆς τῶν Ἀράβων μανίας τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ ὀρθοδόξοις ἐπισκόποις καὶ μοναχοῖς καὶ λαϊκοῖς, ἄρχουσί τε καὶ ἀρχομένοις ἐπεδείξατο, πανταχοῦ μὲν τὰς πρεσβείας τῆς ἁγίας παρθένου καὶ θεοτόκου καὶ πάντων τῶν ἁγίων ἐγγράφως ὡς ἀνωφελεῖς καὶ ἀγράφως ἀποκηρύττων, δι' ὧν ἡμῖν πηγάζει πᾶσα βοήθεια, καὶ τὰ ἅγια λείψανα αὐτῶν κατορύττων καὶ ἀφανῆ ποιῶν, εἴ πού τινος ἐπισήμου ἠκούετο, πρὸς ὑγείαν ψυχῶν καὶ σωμάτων ἀνακείμενον καί, ὡς ἔθος, ὑπὸ τῶν εὐσεβούντων τιμώμενον· αὐτίκα γοῦν θάνατος κατὰ τῶν τοιούτων ὡς ἀσεβούντων ἠπειλεῖτο, δημεύσεις τε καὶ ἐξορίαι καὶ βάσανοι, τὸ δὲ θεοχαρίτωτον λείψανον, οἷά τις θησαυρὸς τῶν ἐχόντων, ἐπαίρετο ἀφανὲς τοῦ λοιποῦ γενόμενον. τοιοῦτον γοῦν τι καὶ εἰς τὸ τιμαλφέστατον λείψανον τῆς πανευφήμου μάρτυρος Εὐφημίας ὁ ἀνόσιος βασιλεὺς διεπράξατο βυθίσας αὐτὸ σὺν τῇ λάρνακι, μὴ φέρων ὁρᾷν μυροδοτοῦσαν αὐτὴν ἐπὶ παντὸς τοῦ λαοῦ καὶ ἐλέγχουσαν αὐτοῦ τὰ κατὰ τῶν πρεσβειῶν τῶν ἁγίων ληρήματα. ἀλλ' ὁ θεὸς ὁ φυλάσσων τὰ ὀστᾶ τῶν εὐαρεστούντων αὐτῷ, κατὰ τὰ λόγια, ἀσινὲς τοῦτο διεφύλαξε πάλιν ἀναδείξας αὐτὸ 440 ἐν τῇ Λήμνῳ νήσῳ. διὰ γὰρ νυκτερινῆς ὁράσεως κείμενον ἀρθῆναι προσέταξε καὶ φυλάττεσθαι. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων, ἰνδικτιῶνι δʹ, μετὰ τῆς πρεπούσης τιμῆς ἐπανῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὃ αὐτὸς μὲν ὡς τῶν ἐκκλησιῶν ἐχθρὸς κοινώσας ἀρμαμέντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνακαθήραντες τοῦτο πάλιν καθιέρωσαν πρὸς ἔλεγχον μὲν τῆς τούτου ἀθεότητος, ἔνδειξιν δὲ τῆς τούτων θεοσεβείας. τοῦτο δὲ τὸ θαυμαστὸν καὶ ἀξιόγραφον θαῦμα μετὰ χρόνους κβʹ τῆς τοῦ παρανόμου τελευτῆς σὺν τοῖς εὐσεβεστάτοις βασιλεῦσι καὶ Ταρασίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ ἡμεῖς τεθεάμεθα καὶ σὺν αὐτοῖς κατησπασάμεθα ὡς ἀνάξιοι μεγάλης ἀξιωθέντες χάριτος. τῇ δὲ ιʹ τοῦ Νοεμβρίου μηνὸς τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ψήφῳ τοῦ βασιλέως χειροτονεῖται Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος ἀθέσμως πατριάρχης Κωνσταντινουπόλεως. καὶ ἐγένετο ἀβροχία, ὥστε μηδὲ δρόσον πεσεῖν ἐκ τοῦ οὐρανοῦ· καὶ ἐξέλιπε παντελῶς τὸ ὕδωρ ἐκ τῆς πόλεως. καὶ ἤργησαν τά τε δοχεῖα καὶ τὰ λουτρά, οὐ μὴν δὲ καὶ τὰ πηγαῖα νάματα τὰ ἀεννάως ῥέοντα πρότερον· τοῦτο ἰδὼν ὁ βασιλεὺς ἤρξατο ἀνακαινίζειν τὸν Οὐαλεντινιανοῦ ἀγωγὸν μέχρι Ἡρακλείου χρηματίσαντα καὶ ὑπὸ τῶν Ἀβάρων καταστραφέντα, ἐπιλεξάμενος δὲ ἐκ διαφόρων τόπων τεχνίτας ἤγαγεν ἀπὸ μὲν Ἀσίας καὶ ἀπὸ τοῦ Πόντου οἰκοδόμους α καὶ χρίστας σʹ, ἀπὸ δὲ τῆς Ἑλλάδος καὶ τῶν νησίων ὀστρακαρίους φʹ, ἐξ αὐτῆς δὲ τῆς Θρᾴκης ὀπέρας ε καὶ κεραμοποιοὺς σʹ· καὶ ἐπέστησεν αὐτοῖς ἄρχοντας ἐργοδιώκτας καὶ ἕνα τῶν πατρικίων. καὶ οὕτω τελεσθέντος τοῦ ἔργου εἰσῆλθε τὸ ὕδωρ ἐν τῇ πόλει. τῇ δ' αὐτῇ εʹ ἰνδικτιῶνι προβάλλεται στρατηγοὺς ὁμόφρονας αὐτοῦ καὶ τῆς κακίας αὐτοῦ ἐπαξίους ἐργάτας, Μιχαὴλ μὲν τὸν Μελισσηνὸν ἐν τῷ θέματι τῶν ἀνατολικῶν, καὶ Μιχαὴλ τὸν Λαχανοδράκοντα εἰς Θρᾳκησίους, εἰς δὲ Βουκελλαρίους Μάνην, τὸν τῆς κακίας ἐπώνυμον. καὶ τίς ἱκανὸς διηγεῖσθαι τὰ τούτων ἀνοσιουργήματα, ἃ μερικῶς ἐν τοῖς ἰδίοις τόποις συγγράψομεν; πάντα γὰρ κατὰ μέρος συγγράφειν τὰ τούτων ἔργα πρὸς θεραπείαν τοῦ κρατοῦντος γινόμενα οὐδ' αὐτὸν 441 οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία, εὐαγγελικῶς εἰπεῖν οἰκειότερον. Ῥώμης ἐπίσκοπος Στέφανος ἔτη