Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερατοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφιλόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτῃτοι καὶ οἰκονομικῶς δύο παρελαμβάνοντο, τὴν πρὸς ἀλλήλους ἐμφέρειαν ἰσοπαλῆ τε καὶ ἀνεπίληπτον ἔχοντες. Καθάπερ ἀμέλει καὶ ἐπὶ καθαρισμοῦ τοῦ λεπροῦ, δύο πάλιν ὀρνίθια παρακομίζεσθαι δεῖν κεχρησμῴδηκεν ὁ νομοθέτης· ὧν τὸ μὲν ἐσφάζετο, θάτερον δὲ ἀνεῖται κατὰ τὴν ἔρημον. ∆ιὰ μυρίων γὰρ ὅσων ἡμᾶς ἐναργεστάτων παραδειγμάτων ἐκπεπαίδευκεν ὁ νόμος τοῦ Χριστοῦ μυστήριον· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ.
Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς. Ἀπηνῆ καὶ ἄγροικον ἐπὶ Χριστὸν
τὴν γλῶτταν ἀνέντες οἱ τάλανες Ἰουδαῖοι, κατὰ πολλοὺς ἂν ἁλοῖεν 69.592 τρόπους. Γέγονε δὲ ὅτι τὸ χρῆμα αὐτοῖς οὐκ ἀζήμιον, εἰδείη τις ἂν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων. Ὁ γὰρ πρωτότοκος Ἰσραὴλ, καὶ δόξαν ἔχων τὴν ἐπὶ τῷδε περιφανῆ, ὁ ἀγαπητὸς καὶ ἀπόλεκτος, ὀπίσω τέθειται τῶν ἐθνῶν, καὶ γέγονεν ἐν ἐσχάτοις, μᾶλλον δὲ ἐν παντὶ κακῷ. Καὶ τοῦτο αὐτοῖς προανεφώνει Κύριος, διὰ Ὠσηὲ λέγων· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεδήμησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠνόμησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. Οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀπηχὲς εἰς λόγους, ὃ μὴ τετολμήκασιν εἰπεῖν. ∆εδυσφημήκασι γὰρ, οὐκ ἐννοοῦντες τὸ γεγραμμένον· Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· Οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν, ἀχάλινον εἰς συκοφαντίαν τὴν γλῶσσαν ἀνέντες, καθάπερ ἔφην ἀρτίως· ταύτῃτοι καὶ τῆς εἰς αὐτὸν ἐλπίδος διωλισθήκασι, καὶ δὴ μὴ ἀκουόντων λέγοντος· Οὗτος ὁ κλῆρός σου, καὶ ἡ μερίς σου, τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος. Οὐκοῦν ὅτι γλωσσαλγίας ἐγκλήμασι γεγονότες ἔνοχοι, καὶ τῆς εἰς Χριστὸν παροινίας πικρὰς ἔμελλον ἀποτιννύναι δίκας, καὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς Ἀριθμοῖς εὖ μάλα συνθήσομεν. Ἔχει δὲ οὕτως· Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. Καὶ εἶπον· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖςοἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπε πρὸς αὐτοὺς Κύριος· Ἀκούσατε τὸν λόγον μου. Ἐὰν γένηται ὑμῖν προφήτης Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ἐνυπνίῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ μου τῷ οἴκῳ πιστός ἐστι. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε. Καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ. Καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ' αὐτοῖς, καὶ ἀπῆλθον· καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. Καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριὰμ, καὶ ἰδοὺ λεπρῶσα. Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωσέα; ∆έομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, δι' ὅτι ἠγνοήσαμεν καθ' οὗ ἡμάρτομεν. Μὴ γένηται ἡμῖν ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα