211
στενὰς δυσχωρίας ἐνεδρεύσαντες αὐτοὺς πλείστους ἀνεῖλον, συνδραμόντος καὶ Γαλιηνοῦ τοῦ βασιλέως καὶ τρισχιλίους ἀνελόντος παρὰ τὸν Νέσσον. τότε Ναυλοβάτος ὁ τῶν Αἰλούρων ἡγούμενος Γαλιηνῷ τῷ βασιλεῖ δοὺς ἑαυτὸν ἔκδοτον ὑπατικῆς ἠξιώθη τιμῆς παρ' αὐτοῦ. Αὐρίολος δέ τις Ῥωμαίων στρατηγὸς Κελτικὸς τὸν Γαλιηνὸν δολοφονεῖ. καὶ ταῦτα μὲν περὶ Οὐαλε ριανοῦ καὶ Γαλιηνοῦ τῶν βασιλέων. Ἄξιον δὲ καὶ ∆ιονυσίου τοῦ μεγάλου ἐπισκόπου Ἀλεξανδρείας παραθέ σθαι τὰς χρήσεις περὶ τῶν αὐτῶν βασιλέων καὶ τοῦ κατ' αὐτοὺς διωγμοῦ καὶ τῆς οἰκείας ἐν Χριστῷ σπουδῆς καὶ ὁμολογίας. 468 ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆσ Καὶ τῷ Ἰωάννῃ δὲ ἀποκαλύπτεται περὶ τούτων· ἐδόθη γὰρ αὐτῷ, φησί, στόμα λαλοῦν μεγάλα καὶ βλάσφημα, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο. ἀμφότερα δέ ἐστιν ἐπὶ Οὐαλεριανοῦ θαυμάσαι, καὶ τούτων μάλιστα τὰ πρὸ αὐτοῦ ὡς οὕτως ἔσχε, συννοεῖν ὡς μὲν ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς ἀνθρώπους τοῦ θεοῦ. οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ αὐτοῦ βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, οὐδ' οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι ὡς ἐκεῖνοι. οἰκειότατα ἐξ ἀρχῆς καὶ προσφιλέστατα φανερῶς ἦν αὐτοὺς ὑποδεχόμενος καὶ πᾶς τε ὁ οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο καὶ ἦν ἐκκλησία θεοῦ. ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ διδάσκαλος καὶ τῶν ἀπ' Αἰγύπτου μάγων ὁ ἀρχισυν άγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας κτείννυσθαι κελεύων ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρ χοντας (καὶ γάρ εἰσι καὶ ἦσαν ἱκανοὶ παρόντες καὶ ὁρώμενοι καὶ μόνον ἐμπνέοντες καὶ φθεγγόμενοι διασκεδάσαι τὰς τῶν ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετάς τε ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ἀκαλλιερήτους ἐπιτελεῖν ὑποθέμενος, παῖδας ἀθλίους ἀποσφάττειν καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ τοῦ θεοῦ κατακόπτειν καὶ καταχορδεύειν πλάσματα, ὡς ἐκ τούτων εὐδαιμονήσοντα. Τούτοις ἐπιφέρει λέγων· καλὰ γοῦν αὐτοῖς Μακρῖνος τῆς ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια. πρῶτον μὲν ἐπὶ τὸν καθ' ὅλου λόγον λεγόμενος εἶναι βασιλέως, οὐδὲν εὔλογον οὐδὲ καθολικὸν ἐφρόνησεν, ἀλλ' ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ ἐν πᾶσι. διὸ καὶ τῆς μὲν καθολικῆς ἐκκλησίας αὐτοῦ γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ καὶ ὡς πορρωτάτω τῆς ἑαυτοῦ σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαληθεύων ὄνομα. 469 Καὶ πάλιν μεθ' ἕτερά φησιν· ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ θεοῦ προαχθείς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκθοθείς, κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε, κἀγὼ ἐκλέξομαι τὰ ἐμπλέγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς. οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν παρα μανεὶς καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. ἐναρ γὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις, ἣν εἶπεν ὁ θεός· ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με. τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας ὧν εἰ τύχοι ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν εἰς ἐκείνους τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς θεὸν μῖσος ἐξεμόρξατο. καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ, οὐ μὴν δὲ καὶ Μακρίνου ταῦτα ὁ μέγας λέγει ∆ιονύσιος.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΓ Τῆς θείας σαρκώσεως ἔτη σξγʹ Ῥώμης κζʹ ἐβασίλευσε
Κλαύδιος ἔτος ἕν. Κλαύδιος κρατήσας ἔτος ἕν. Πράττουσι δὲ καὶ ἐπὶ τούτου