211
ἀποστρέψειν, ἀλλ' ἀνδρείως ἀντικαταστήσεσθαι πρὸς αὐτούς. ἐπειδὰν δὲ αὐτούς τε ἴδωσι προσιόντας καὶ τῆς σάλπιγγος ἀκούσωσι σημαινούσης συμπλοκὴν, οὐκέτι μένειν οὐδ' ἐπὶ τῆς παρατάξεως οἷοί τέ εἰσιν, ἀλλὰ φεύγουσιν αἰσχρῶς καὶ ἀγεννῶς, ὀλίγα φροντίζοντες τῶν ὅρκων καὶ τῶν κομπασμάτων τῶν προτέρων. ἀκούω δὲ καὶ παροιμίας Περσικῆς ὀρθῶς ἄγαν καὶ συνετῶς περὶ τῆς γυναικείας εἰρημένης φύσεως. λέγουσι γὰρ, ὡς κἂν μέχρι νεφελῶν ἀφίκηται ἡ κεφαλὴ τῆς γυναικὸς, οὐδὲν ἔλαττον ἢ πρότερον ἐφάπτεται τῆς γῆς· σημαίνοντες, οἶμαι, διὰ τοῦ λόγου, ὡς κἂν εἰς ἄκρον καὶ φρονήσεως ἀφίκηται καὶ μεγαλοψυχίας καὶ ἀνδρίας, οὐδὲν ἧττον ἢ πρότερον ἔστι γυνὴ, τοῖς φυσικοῖς καὶ γυναικείοις πάθεσιν ἐνεχομένη. ἃ δὴ πάντα με ἀποκναίει μεμνημένον καὶ πολὺν ἐμποιεῖ θόρυβον τῇ ψυχῇ, μὴ τῆς βασιλίδος γυναικεῖόν τι παθούσης, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ Ῥωμαῖοι πάντες πολλοῖς ὁμιλήσομεν κακοῖς καὶ τοῖς ἐσχάτοις περιπεσούμεθα κινδύνοις. οὗ δὴ ἕνεκα πρῶτα μὲν τῶν ὑπηργμένων παρ' ἐμοῦ σοι ἀγαθῶν ἀναμιμνήσκω, οὐδ' αὐτὸν ἴσως ἐπιλελησμένον, ὡς εἰς τοῦτο εὐδοξίας καὶ τιμῆς παρὰ τὴν ἡμετέραν ἥκεις καὶ φιλίαν καὶ σπουδὴν, οὐ 2.49 μόνον ἐξ ἀφανείας πολλῆς τῷ βασιλικῷ κλήρῳ καταλέξαντος καὶ πολλῆς προνοίας οὐκ οἴκοθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν βασιλικῶν ἠξιωκότος καὶ, καιροῦ οὐ καλοῦντος, ἐμοῦ τε πρώτου μνησθέντος καὶ βασιλέα πείσαντος ἐπὶ τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, ἀλλὰ καὶ τῶν ἀρχιερέων κοινῇ γνώμῃ πάντων ἀποσειομένων, πολλῇ χρησαμένου πρὸς αὐτοὺς καὶ προθυμίᾳ καὶ σπουδῇ, ὥστε πεῖσαι ἐγχειρίσαι τὴν περιφανῆ ταύτην καὶ περιμάχητον καθέδραν, καὶ τὰ τελευταῖα δὴ ταῦτα κινδυνεύοντι περὶ αὐτὴν καὶ μέλλοντι ἀποστερεῖσθαι μόνου πρὸς ἀπαλλαγὴν ἐξαρκέσαντος τῶν δυσχερῶν. ταῦτα δὲ διῆλθον νῦν, οὐκ ὀνειδίζειν προῃρημένος τὰς εὐεργεσίας, οὐ γὰρ ἔμοιγε φίλον τὸ τοιοῦτον, οὐδ' εἰ πολλαπλασίους ἦσαν καὶ μείζους, ἀλλ' ἵν' ἐπιδείξαιμι, ὡς ἄνωθεν φιλίως πρὸς σὲ διατεθέντι καὶ πολλὰς παρεσχημένῳ ἀποδείξεις τῆς πρὸς σὲ στοργῆς, δίκαιον καὶ σὲ, τῶν πραγμάτων παρασχόντων, νῦν εὐγνώμονα φανῆναι τῷ προῖκα πρότερον ὀφθέντι φίλῳ καὶ ἀμοιβὰς ἀξίας ἀποδοῦναι τῶν προτέρων εὐεργεσιῶν. οὐ μόνον τούτων ἕνεκα αὐτῶν, ἀλλ' ὅτι καὶ πατὴρ ὢν κοινὸς πνευματικὸς, ὅσην ἑκάστῳ τῶν ποιμαινομένων, τοσαύτην ὀφείλεις τὴν κηδεμονίαν καὶ ἐμοὶ, μᾶλλον δὲ πολλαπλασίω ἢ σύμπασι σχεδὸν, ὅσῳ καὶ τῆς εἰς ἐμὲ ἡκούσης ὠφελείας ἢ βλάβης πάντες ἀπολαύσουσι τὸ μέρος. τοῦτο δέ ἐστιν, ὅ σου δέομαι, ἵν' ἐπειδήπερ αὐτὸς ἀναγκαίως ἔχω πρὸς τὰς ἔξωθεν στρατείας ἀσχολεῖσθαι, οὔτε γὰρ ἔμοιγε εὐπρεπὲς, 2.50 οὔθ' ὑμῖν συμφέρον, ἐνταῦθα καθήμενον περιορᾷν τοὺς πολεμίους τοὺς ἀγροὺς πορθεῖν τοὺς ἡμετέρους καὶ τὰς πόλεις πολιορκεῖν καὶ ἐξανδραποδίζεσθαι τοὺς ἐντυχάνοντας, μηδεμίαν δοῦναι χώραν τοῖς συκοφάνταις καὶ λυμεῶσι καὶ κοινοῖς ἐχθροῖς, τὸν ἀεὶ χρόνον ἐνταῦθα συνεσόμενον τῇ βασιλίδι, ὥστε δυνηθῆναι συσκευάσαι κατ' ἐμοῦ διαβολὰς καὶ πεῖσαι προσέχειν αὐτοῖς, ὡς ὀρθῶς καὶ λυσιτελῶς βουλευομένοις, ἐμὲ δὲ πολέμιον νομίζειν καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχήν· ἀλλὰ τῶν ὑπὲρ ἐμοῦ δικαίων ἀντεχόμενον διαλύειν αὐτοῖς τὰς μηχανὰς καὶ ἀπράκτους καθιστᾷν τὰς πανουργίας καὶ τοὺς δόλους, οὐδὲν ἕτερον πείθοντα τὴν βασιλίδα, ἢ μὴ καταψηφίζεσθαι ἀπόντος, ἀλλὰ κληθέντα πρὸς τὴν δίκην καὶ καιροῦ τυχόντα πρὸς ἀπολογίαν, ἢ διαλύεσθαι τὰ ἐγκλήματα, ἂν δύνωμαι, ἢ διδόναι δίκας τῆς ἀδικίας, ἂν ἁλίσκωμαι ἐπιορκῶν. τῆς τοιαύτης δὲ σπουδῆς ἕνεκα καὶ προθυμίας οὐ παρὰ θεοῦ μόνου λήψεσθαι τὰς ἀμοιβὰς, ὡς ὑπὲρ εἰρήνης καὶ σωτηρίας τῆς κοινῆς καὶ αὐτοῦ ἐσπουδακότα τοῦ δικαίου, ἀλλὰ καὶ αὐτὸν αὐτῷ πολλὴν εἰδήσειν χάριν καὶ πάντας τοὺς ἐν λόγῳ ἐπαινέσεσθαι, ὅτι τὰ προστάτου ποιεῖ καὶ κηδεμόνος τῶν ψυχῶν, ἔργοις αὐτοῖς ἐπιδεικνύμενος, ὡς ἔστι μαθητὴς τοῦ εἰρηνοποιοῦ καὶ εἰς δύναμιν αὐτῷ ἐξομοιοῦται, τόγε εἰς αὐτὸν ἧκον, πᾶσαν πρόφασιν πολέμου ἐμφυλίου διαλύων. τοιαῦτα καὶ πρὸς πατριάρχην διειλεγμένου