211
τούτοις ὁ Αραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ηκεν ἐπὶ τὸν ̓Ιζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν ̓Ιζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες εφευγον. γνοὺς δὲ τὴν προδοσίαν ̓Ιζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ' ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Αραβας ετρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ηδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ ̓Ιζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν ̓Αδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν ̓Ιζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ωρμησε, καὶ ὁ ̓Ιζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ελεγε τῷ ̓Ιζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐτὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ον σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ ̓Ιζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ' ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα ειπε καὶ ἱκέτευε τὸν θεόν. κατ' ἐκείνην ουν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων 2.41 ἀνέζευξεν απρακτος. καὶ ουτως ̓Ιζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εικοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ' ἐπὶ παισὶν εικοσι καὶ τέσσαρσιν αρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ' ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ονομα πείθει τὸν πλεῖστον οχλον ἀναλαβόντα τὰς κτήσεις επεσθαι πρὸς τὸν ̓Ιορδάνην αὐτῷ· προφήτης γὰρ ελεγεν ειναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπάτησε. πέμψας δ' ἐπ' αὐτοὺς ιλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ' ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, ου τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς ̔Ιεροσόλυμα. Φάδον δὲ Τιβέριος ̓Αλέξανδρος διεδέξατο, ̓Αλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν ̓Αλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου ̓Ιούδα ̓Ιάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, ους ἀνεσταύρωσεν ὁ ̓Αλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων ̔Ηρώδης μεταστήσας τῆς ἀρχιερωσύνης ̓Ιωσὴφ τὸν τοῦ Κεμεδῆ, ̓Ανανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ ̓Αλεξάνδρῳ Κούμανος ηλθε διάδοχος. ἐν ὀγδόῳ δ' ετει τῆς Κλαυδίου μοναρχίας ̔Ηρώδης ὁ τοῦ μεγάλου ̓Αγρίππου ἀδελφὸς τελευτᾷ ἐφ' υἱέσι τρισί· τὴν δ' ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ ̓Αγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς ̔Ιεροσόλυμα 2.42 ηθροιστο. ινα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους οντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος εστησε καταστελοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ' ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ' ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ος πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ηκειν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος ουν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ωρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ' ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος ην ἀντὶ πανηγύρεως. Ουπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ετερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες